οὐδ᾽ ἄρα Βέβρυκες ἄνδρες ἀκήδησαν βασιλῆος·
ἀλλ᾽ ἄμυδις κορύνας ἀζηχέας ἠδὲ σιγύννους
100ἰθὺς ἀνασχόμενοι Πολυδεύκεος ἀντιάασκον.
τοῦ δὲ πάρος κολεῶν εὐήκεα φάσγαν᾽ ἑταῖροι
ἔσταν ἐρυσσάμενοι. πρῶτός γε μὲν ἀνέρα Κάστωρ
ἤλασ᾽ ἐπεσσύμενον κεφαλῆς ὕπερ· ἣ δ᾽ ἑκάτερθεν
ἔνθα καὶ ἔνθ᾽ ὤμοισιν ἐπ᾽ ἀμφοτέροις ἐκεάσθη.
105αὐτὸς δ᾽ Ἰτυμονῆα πελώριον ἠδὲ Μίμαντα,
τὸν μὲν ὑπὸ στέρνοιο θοῷ ποδὶ λὰξ ἐπορούσας
πλῆξε, καὶ ἐν κονίῃσι βάλεν· τοῦ δ᾽ ἆσσον ἰόντος
δεξιτερῇ σκαιῆς ὑπὲρ ὀφρύος ἤλασε χειρί,
δρύψε δέ οἱ βλέφαρον, γυμνὴ δ᾽ ὑπελείπετ᾽ ὀπωπή.
110Ὠρείδης δ᾽ Ἀμύκοιο βίην ὑπέροπλος ὀπάων
οὖτα Βιαντιάδαο κατὰ λαπάρην Ταλαοῖο,
ἀλλά μιν οὐ κατέπεφνεν, ὅσον δ᾽ ἐπὶ δέρματι μοῦνον
νηδυίων ἄψαυστος ὑπὸ ζώνην θόρε χαλκός.
αὔτως δ᾽ Ἄρητος μενεδήιον Εὐρύτου υἷα
115Ἴφιτον ἀζαλέῃ κορύνῃ στυφέλιξεν ἐλάσσας,
οὔπω κηρὶ κακῇ πεπρωμένον· ἦ τάχ᾽ ἔμελλεν
αὐτὸς δῃώσεσθαι ὑπὸ ξίφεϊ Κλυτίοιο.
καὶ τότ᾽ ἄρ᾽ Ἀγκαῖος Λυκοόργοιο θρασὺς υἱός
αἶψα μάλ᾽ ἀντεταγὼν πέλεκυν μέγαν ἠδὲ κελαινόν
120ἄρκτου προσχόμενος σκαιῇ δέρος ἔνθορε μέσσῳ
ἐμμεμαὼς Βέβρυξιν· ὁμοῦ δέ οἱ ἐσσεύοντο
Αἰακίδαι, σὺν δέ σφιν ἀρήιος ὤρνυτ᾽ Ἰήσων.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ σταθμοῖσιν ἀπείρονα μῆλ᾽ ἐφόβησαν
ἤματι χειμερίῳ πολιοὶ λύκοι ὁρμηθέντες
125λάθρῃ ἐυρρίνων τε κυνῶν αὐτῶν τε νομήων,
μαίονται δ᾽ ὅ τι πρῶτον ἐπαΐξαντες ἕλωσιν,
πόλλ᾽ ἐπιπαμφαλόωντες ὁμοῦ· τὰ δὲ πάντοθεν αὔτως
στείνονται πίπτοντα περὶ σφίσιν· ὣς ἄρα τοίγε
λευγαλέως Βέβρυκας ὑπερφιάλους ἐφόβησαν.
130ὡς δὲ μελισσάων σμῆνος μέγα μηλοβοτῆρες
ἠὲ μελισσοκόμοι πέτρῃ ἔνι καπνιόωσιν,
αἳ δ᾽ ἤτοι τείως μὲν ἀολλέες ᾧ ἐνὶ σίμβλῳ
βομβηδὸν κλονέονται, ἐπιπρὸ δὲ λιγνυόεντι
καπνῷ τυφόμεναι πέτρης ἑκὰς ἀίσσουσιν·
135ὣς οἵγ᾽ οὐκέτι δὴν μένον ἔμπεδον, ἀλλ᾽ ἐκέδασθεν
εἴσω Βεβρυκίης, Ἀμύκου μόρον ἀγγελέοντες·
νήπιοι, οὐδ᾽ ἐνόησαν ὃ δή σφισιν ἐγγύθεν ἄλλο
πῆμ᾽ ἀίδηλον ἔην. πέρθοντο γὰρ ἠμὲν ἀλωαί
ἠδ᾽ οἶαι τῆμος δῄῳ ὑπὸ δουρὶ Λύκοιο
140καὶ Μαριανδυνῶν ἀνδρῶν, ἀπεόντος ἄνακτος.
αἰεὶ γὰρ μάρναντο σιδηροφόρου περὶ γαίης.
οἳ δ᾽ ἤδη σταθμούς τε καὶ αὔλια δηιάασκον,
ἤδη δ᾽ ἄσπετα μῆλα περιτροπάδην ἐτάμοντο
ἥρωες. καὶ δή τις ἔπος μετὰ τοῖσιν ἔειπεν·
145«φράζεσθ᾽, ὅττι κεν ᾗσιν ἀναλκείῃσιν ἔρεξαν,
εἴ πως Ἡρακλῆα θεὸς καὶ δεῦρο κόμισσεν.
ἤτοι μὲν γὰρ ἐγὼ κείνου παρεόντος ἔολπα
οὐδ᾽ ἂν πυγμαχίῃ κρινθήμεναι· ἀλλ᾽ ὅτε θεσμούς
ἤλυθεν ἐξερέων, αὐτοῖς ἄφαρ οἷς ἀγόρευεν
150θεσμοῖσιν ῥοπάλῳ μιν ἀγηνορίης λελαθέσθαι.
ναὶ μὲν ἀκήδεστον γαίῃ ἔνι τόνγε λιπόντες
πόντον ἐπέπλωμεν· μάλα δ᾽ ἡμέων αὐτὸς ἕκαστος
εἴσεται οὐλομένην ἄτην, ἀπάνευθεν ἐόντος.»
ὣς ἄρ᾽ ἔφη· τὰ δὲ πάντα Διὸς βουλῇσι τέτυκτο.
155καὶ τότε μὲν μένον αὖθι διὰ κνέφας, ἕλκεά τ᾽ ἀνδρῶν
οὐταμένων ἀκέοντο, καὶ ἀθανάτοισι θυηλάς
ῥέξαντες μέγα δόρπον ἐφώπλισαν· οὐδέ τιν᾽ ὕπνος
εἷλε παρὰ κρητῆρι καὶ αἰθομένοις ἱεροῖσιν.
ξανθὰ δ᾽ ἐρεψάμενοι δάφνῃ καθύπερθε μέτωπα
160ἀγχιάλῳ, τῇ καί τε περὶ πρυμνήσι᾽ ἀνῆπτο,
Ὀρφείῃ φόρμιγγι συνοίμιον ὕμνον ἄειδον
ἐμμελέως· περὶ δέ σφιν ἰαίνετο νήνεμος ἀκτή
μελπομένοις· κλεῖον δὲ Θεραπναῖον Διὸς υἷα.
|