540ὣς φάτο. τοῖσι δὲ σῆμα θεοὶ δόσαν εὐμενέοντες.
τρήρων μὲν φεύγουσα βίην κίρκοιο πελειάς
ὑψόθεν Αἰσονίδεω πεφοβημένη ἔμπεσε κόλποις·
κίρκος δ᾽ ἀφλάστῳ περικάππεσεν. ὦκα δὲ Μόψος
τοῖον ἔπος μετὰ πᾶσι θεοπροπέων ἀγόρευσεν·
545«ὔμμι, φίλοι, τόδε σῆμα θεῶν ἰότητι τέτυκται·
οὐδέ πῃ ἄλλως ἐστὶν ὑποκρίνασθαι ἄρειον,
παρθενικὴν δ᾽ ἐπέεσσι μετελθέμεν ἀμφιέποντας
μήτι παντοίῃ. δοκέω δέ μιν οὐκ ἀθερίζειν,
εἰ ἐτεὸν Φινεύς γε θεᾷ ἐνὶ Κύπριδι νόστον
550πέφραδεν ἔσσεσθαι. κείνης δ᾽ ὅγε μείλιχος ὄρνις
πότμον ὑπεξήλυξε. κέαρ δέ μοι ὡς ἐνὶ θυμῷ
τόνδε κατ᾽ οἰωνὸν προτιόσσεται, ὣς δὲ πέλοιτο.
ἀλλὰ, φίλοι, Κυθέρειαν ἐπικλείοντες ἀμύνειν,
ἤδη νῦν Ἄργοιο παραιφασίῃσι πίθεσθε.»
555ἴσκεν· ἐπῄνησαν δὲ νέοι, Φινῆος ἐφετμάς
μνησάμενοι· μοῦνος δ᾽ Ἀφαρήιος ἄνθορεν Ἴδας,
δείν᾽ ἐπαλαστήσας μεγάλῃ ὀπί, φώνησέν τε·
«ὦ πόποι, ἦ ῥα γυναιξὶν ὁμόστολοι ἐνθάδ᾽ ἔβημεν,
οἳ Κύπριν καλέουσιν ἐπίρροθον ἄμμι πέλεσθαι,
560οὐκέτ᾽ Ἐνυαλίοιο μέγα σθένος; ἐς δὲ πελείας
καὶ κίρκους λεύσσοντες ἐρητύεσθε ἀέθλων;
ἔρρετε, μηδ᾽ ὔμμιν πολεμήια ἔργα μέλοιτο,
παρθενικὰς δὲ λιτῇσιν ἀνάλκιδας ἠπεροπεύειν.»
ὣς ηὔδα μεμαώς· πολέες δ᾽ ὁμάδησαν ἑταῖροι
565ἦκα μάλ᾽, οὐδ᾽ ἄρα τίς οἱ ἐναντίον ἔκφατο μῦθον.
χωόμενος δ᾽ ὅγ᾽ ἔπειτα καθέζετο· τοῖσι δ᾽ Ἰήσων
αὐτίκ᾽ ἐποτρύνων τὸν ἑὸν νόον ὧδ᾽ ἀγόρευεν·
«Ἄργος μὲν παρὰ νηός, ἐπεὶ τόδε πᾶσιν ἕαδεν,
στελλέσθω· ἀτὰρ αὐτοὶ ἐπὶ χθονὸς ἐκ ποταμοῖο
570ἀμφαδὸν ἤδη πείσματ᾽ ἀνάψομεν. ἦ γὰρ ἔοικεν
μηκέτι δὴν κρύπτεσθαι ὑποπτήσσοντας ἀυτήν.»
ὣς ἄρ᾽ ἔφη· καὶ τὸν μὲν ἄφαρ προΐαλλε νέεσθαι
καρπαλίμως ἐξαῦτις ἀνὰ πτόλιν· οἳ δ᾽ ἐπὶ νηός
εὐναίας ἐρύσαντες ἐφετμαῖς Αἰσονίδαο
575τυτθὸν ὑπὲξ ἕλεος χέρσῳ ἐπέκελσαν ἐρετμοῖς.
|