ὣς φάτο κυδαίνων· ἣ δ᾽ ἐγκλιδὸν ὄσσε βαλοῦσα
νεκτάρεον μείδησ᾽· ἐχύθη δέ οἱ ἔνδοθι θυμός
1010αἴνῳ ἀειρομένης. καὶ ἀνέδρακεν ὄμμασιν ἄντην·
οὐδ᾽ ἔχεν ὅττι πάροιθεν ἔπος προτιμυθήσαιτο,
ἀλλ᾽ ἄμυδις μενέαινεν ἀολλέα πάντ᾽ ἀγορεῦσαι.
προπρὸ δ᾽ ἀφειδήσασα θυώδεος ἔξελε μίτρης
φάρμακον· αὐτὰρ ὅγ᾽ αἶψα χεροῖν ὑπέδεκτο γεγηθώς.
1015καί νύ κέ οἱ καὶ πᾶσαν ἀπὸ στηθέων ἀρύσασα
ψυχὴν ἐγγυάλιξεν ἀγαιομένη χατέοντι·
τοῖος ἀπὸ ξανθοῖο καρήατος Αἰσονίδαο
στράπτεν Ἔρως ἡδεῖαν ἀπὸ φλόγα· τῆς δ᾽ ἀμαρυγάς
ὀφθαλμῶν ἥρπαζεν· ἰαίνετο δὲ φρένας εἴσω
1020τηκομένη, οἷόν τε περὶ ῥοδέῃσιν ἐέρση
τήκεται ἠῴοισιν ἰαινομένη φαέεσσιν.
ἄμφω δ᾽ ἄλλοτε μέν τε κατ᾽ οὔδεος ὄμματ᾽ ἔρειδον
αἰδόμενοι, ὁτὲ δ᾽ αὖτις ἐπὶ σφίσι βάλλον ὀπωπάς,
ἱμερόεν φαιδρῇσιν ὑπ᾽ ὀφρύσι μειδιόωντες.
1025ὀψὲ δὲ δὴ τοίοισι μόλις προσπτύξατο κούρη·
«φράζεο νῦν, ὥς κέν τοι ἐγὼ μητίσομ᾽ ἀρωγήν.
εὖτ᾽ ἂν δὴ μετιόντι πατὴρ ἐμὸς ἐγγυαλίξῃ
ἐξ ὄφιος γενύων ὀλοοὺς σπείρασθαι ὀδόντας,
δὴ τότε μέσσην νύκτα διαμμοιρηδὰ φυλάξας,
1030ἀκαμάτοιο ῥοῇσι λοεσσάμενος ποταμοῖο,
οἶος ἄνευθ᾽ ἄλλων ἐνὶ φάρεσι κυανέοισιν
βόθρον ὀρύξασθαι περιηγέα· τῷ δ᾽ ἔνι θῆλυν
ἀρνειὸν σφάζειν, καὶ ἀδαίετον ὠμοθετῆσαι,
αὐτῷ πυρκαϊὴν εὖ νηήσας ἐπὶ βόθρῳ.
1035μουνογενῆ δ᾽ Ἑκάτην Περσηίδα μειλίσσοιο,
λείβων ἐκ δέπαος σιμβλήια ἔργα μελισσῶν.
ἔνθα δ᾽ ἔπειτα θεὰν μεμνημένος ἱλάσσηαι·
ἂψ δ᾽ ἀπὸ πυρκαϊῆς ἀναχάζεο, μηδέ σε δοῦπος
ἠὲ ποδῶν ὄρσῃσι μεταστρεφθῆναι ὀπίσσω,
1040ἠὲ κυνῶν ὑλακή· μή πως τὰ ἕκαστα κολούσας
οὐδ᾽ αὐτὸς κατὰ κόσμον ἑοῖς ἑτάροισι πελάσσῃς.
ἦρι δὲ μυδήνας τόδε φάρμακον, ἠύτ᾽ ἀλοιφῇ
γυμνωθεὶς φαίδρυνε τεὸν δέμας· ἐν δέ οἱ ἀλκή
ἔσσετ᾽ ἀπειρεσίη μέγα τε σθένος, οὐδέ κε φαίης
1045ἀνδράσιν, ἀλλὰ θεοῖσιν ἰσαζέμεν ἀθανάτοισιν.
πρὸς δὲ καὶ αὐτῷ δουρὶ σάκος πεπαλαγμένον ἔστω
καὶ ξίφος. ἔνθ᾽ οὐκ ἄν σε διατμήξειαν ἀκωκαί
γηγενέων ἀνδρῶν, οὐδ᾽ ἄσχετος ἀίσσουσα
φλὸξ ὀλοῶν ταύρων. τοῖός γε μὲν οὐκ ἐπὶ δηρόν
1050ἔσσεαι, ἀλλ᾽ αὐτῆμαρ· ὅμως σύ γε μή ποτ᾽ ἀέθλου
χάζεο. καὶ δέ τοι ἄλλο παρὲξ ὑποθήσομ᾽ ὄνειαρ.
αὐτίκ᾽ ἐπὴν κρατεροὺς ζεύξῃς βόας, ὦκα δὲ πᾶσαν
χερσὶ καὶ ἠνορέῃ στυφελὴν διὰ νειὸν ἀρόσσῃς,
οἳ δ᾽ ἤδη κατὰ ὦλκας ἀνασταχύωσι Γίγαντες
1055σπειρομένων ὄφιος δνοφερὴν ἐπὶ βῶλον ὀδόντων,
αἴ κεν ὀρινομένους πολέας νειοῖο δοκεύσῃς,
λάθρῃ λᾶαν ἄφες στιβαρώτερον· οἳ δ᾽ ἂν ἐπ᾽ αὐτῷ,
καρχαλέοι κύνες ὥστε περὶ βρώμης, ὀλέκοιεν
ἀλλήλους· καὶ δ᾽ αὐτὸς ἐπείγεο δηιοτῆτος
1060ἰθῦσαι. τὸ δὲ κῶας ἐς Ἑλλάδα τοῖό γ᾽ ἕκητι
οἴσεαι ἐξ Αἴης τηλοῦ ποθι. νίσσεο δ᾽ ἔμπης,
ᾗ φίλον, ἤ τοι ἔαδεν ἀφορμηθέντι νέεσθαι.»
|