ὣς φάτο, μειλιχίοισι καταψήχων ὀάροισιν.
τῆς δ᾽ ἀλεγεινόταται κραδίην ἐρέθεσκον ἀνῖαι,
καί μιν ἀκηχεμένη ἀδινῷ προσπτύξατο μύθῳ·
1105«Ἑλλάδι που τάδε καλά, συνημοσύνας ἀλεγύνειν.
Αἰήτης δ᾽ οὐ τοῖος ἐν ἀνδράσιν, οἷον ἔειπας
Μίνω Πασιφάης πόσιν ἔμμεναι· οὐδ᾽ Ἀριάδνῃ
ἰσοῦμαι· τὼ μήτι φιλοξενίην ἀγόρευε.
ἀλλ᾽ οἶον τύνη μὲν ἐμεῦ, ὅτ᾽ Ἰωλκὸν ἵκηαι,
1110μνώεο· σεῖο δ᾽ ἐγὼ καὶ ἐμῶν ἀέκητι τοκήων
μνήσομαι. ἔλθοι δ᾽ ἧμιν ἀπόπροθεν ἠέ τις ὄσσα,
ἠέ τις ἄγγελος ὄρνις, ὅτ᾽ ἐκλελάθοιο ἐμεῖο·
ἢ αὐτήν με ταχεῖαι ὑπὲρ πόντοιο φέροιεν
ἐνθένδ᾽ εἰς Ἰαωλκὸν ἀναρπάξασαι ἄελλαι,
1115ὄφρα σ᾽, ἐν ὀφθαλμοῖσιν ἐλεγχείας προφέρουσα,
μνήσω ἐμῇ ἰότητι πεφυγμένον. αἴθε γὰρ εἴην
ἀπροφάτως τότε σοῖσιν ἐφέστιος ἐν μεγάροισιν.»
ὣς ἄρ᾽ ἔφη, ἐλεεινὰ καταπροχέουσα παρειῶν
δάκρυα. τὴν δ᾽ ὅγε δῆθεν ὑποβλήδην προσέειπεν·
1120«δαιμονίη, κενεὰς μὲν ἔα πλάζεσθαι ἀέλλας,
ὣς δὲ καὶ ἄγγελον ὄρνιν· ἐπεὶ μεταμώνια βάζεις.
εἰ δέ κεν ἤθεα κεῖνα καὶ Ἑλλάδα γαῖαν ἵκηαι,
τιμήεσσα γυναιξὶ καὶ ἀνδράσιν αἰδοίη τε
ἔσσεαι· οἳ δέ σε πάγχυ θεὸν ὡς πορσανέουσιν,
1125οὕνεκα τῶν μὲν παῖδες ὑπότροποι οἴκαδ᾽ ἵκοντο
σῇ βουλῇ, τῶν δ᾽ αὖτε κασίγνητοί τε ἔται τε
καὶ θαλεροὶ κακότητος ἅδην ἐσάωθεν ἀκοῖται.
ἡμέτερον δὲ λέχος θαλάμοις ἔνι κουριδίοισιν
πορσυνέεις· οὐδ᾽ ἄμμε διακρινέει φιλότητος
1130ἄλλο, πάρος θάνατόν γε μεμορμένον ἀμφικαλύψαι.»
ὣς φάτο· τῇ δ᾽ ἔντοσθε κατείβετο θυμὸς ἀκουῇ,
ἔμπης δ᾽ ἔργ᾽ ἀίδηλα κατερρίγησεν ἰδέσθαι.
σχετλίη· οὐ μὲν δηρὸν ἀπαρνήσεσθαι ἔμελλεν
Ἑλλάδα ναιετάειν. ὣς γὰρ τόδε μήδετο Ἥρη,
1135ὄφρα κακὸν Πελίῃ ἱερὴν ἐς Ἰωλκὸν ἵκοιτο
Αἰαίη Μήδεια, λιποῦσ᾽ ἄπο πατρίδα γαῖαν.
ἤδη δ᾽ ἀμφίπολοι μὲν ὀπιπεύουσαι ἄπωθεν
σιγῇ ἀνιάζεσκον· ἐδεύετο δ᾽ ἤματος ὥρη,
ἂψ οἶκόνδε νέεσθαι ἑὴν μετὰ μητέρα κούρην.
1140ἣ δ᾽ οὔπω κομιδῆς μιμνήσκετο· τέρπετο γάρ οἱ
θυμὸς ὁμῶς μορφῇ τε καὶ αἱμυλίοισι λόγοισιν·
εἰ μὴ ἄρ᾽ Αἰσονίδης πεφυλαγμένος ὀψέ περ ηὔδα·
«ὥρη ἀποβλώσκειν, μὴ πρὶν φάος ἠελίοιο
δύῃ ὑποφθάμενον, καί τις τὰ ἕκαστα νοήσῃ
1145ὀθνείων· αὖτις δ᾽ ἀβολήσομεν ἐνθάδ᾽ ἰόντες.»
ὣς τώγ᾽ ἀλλήλων ἀγανοῖς ἐπὶ τόσσον ἔπεσσιν
πείρηθεν· μετὰ δ᾽ αὖτε διέτμαγον. ἤτοι Ἰήσων
εἰς ἑτάρους καὶ νῆα κεχαρμένος ὦρτο νέεσθαι·
ἣ δὲ μετ᾽ ἀμφιπόλους· αἳ δὲ σχεδὸν ἀντεβόλησαν
1150πᾶσαι ὁμοῦ· τὰς δ᾽ οὔτι περιπλομένας ἐνόησεν.
ψυχὴ γὰρ νεφέεσσι μεταχρονίη πεπότητο.
αὐτομάτοις δὲ πόδεσσι θοῆς ἐπεβήσατ᾽ ἀπήνης,
καί ῥ᾽ ἑτέρῃ μὲν χειρὶ λάβ᾽ ἡνία, τῇ δ᾽ ἄρ᾽ ἱμάσθλην
δαιδαλέην, οὐρῆας ἐλαυνέμεν· οἳ δὲ πόλινδε
1155θῦνον ἐπειγόμενοι ποτὶ δώματα. τὴν δ᾽ ἄρ᾽ ἰοῦσαν
Χαλκιόπη περὶ παισὶν ἀκηχεμένη ἐρέεινεν.
ἣ δὲ παλιντροπίῃσιν ἀμήχανος οὔτε τι μύθων
ἔκλυεν, οὔτ᾽ αὐδῆσαι ἀνειρομένῃ λελίητο.
ἷζε δ᾽ ἐπὶ χθαμαλῷ σφέλαϊ κλιντῆρος ἔνερθεν
1160λέχρις ἐρεισαμένη λαιῇ ἐπὶ χειρὶ παρειήν·
ὑγρὰ δ᾽ ἐνὶ βλεφάροις ἔχεν ὄμματα, πορφύρουσα
οἷον ἑῇ κακὸν ἔργον ἐπιξυνώσατο βουλῇ.
|