οὐδ᾽ ἄλοχον Κρονίδαο Διὸς λάθον· ἀλλά οἱ Ἶρις
πέφραδεν, εὖτ᾽ ἐνόησεν ἀπὸ μεγάροιο κιόντας.
755αὐτὴ γάρ μιν ἄνωγε δοκευέμεν, ὁππότε νῆα
στείχοιεν· τὸ καὶ αὖτις ἐποτρύνουσ᾽ ἀγόρευεν·
«Ἶρι φίλη, νῦν, εἴ ποτ᾽ ἐμὰς ἐτέλεσσας ἐφετμάς,
εἰ δ᾽ ἄγε λαιψηρῇσι μετοιχομένη πτερύγεσσιν
δεῦρο Θέτιν μοι ἄνωχθι μολεῖν ἁλὸς ἐξανιοῦσαν.
760κείνης γὰρ χρειώ με κιχάνεται. αὐτὰρ ἔπειτα
ἐλθεῖν εἰς ἀκτάς, ὅθι τ᾽ ἄκμονες Ἡφαίστοιο
χάλκειοι στιβαρῇσιν ἀράσσονται τυπίδεσσιν·
εἰπὲ δὲ κοιμῆσαι φύσας πυρός, εἰσόκεν Ἀργώ
τάσγε παρεξελάσῃσιν. ἀτὰρ καὶ ἐς Αἴολον ἐλθεῖν,
765Αἴολον ὅς τ᾽ ἀνέμοις αἰθρηγενέεσσιν ἀνάσσει·
καὶ δὲ τῷ εἰπέμεναι τὸν ἐμὸν νόον, ὥς κεν ἀήτας
πάντας ἀπολλήξειεν ὑπ᾽ ἠέρι, μηδέ τις αὔρη
τρηχύνοι πέλαγος· ζεφύρου γε μὲν οὖρος ἀήτω,
ὄφρ᾽ οἵγ᾽ Ἀλκινόου Φαιηκίδα νῆσον ἵκωνται.»
770ὣς ἔφατ᾽· αὐτίκα δ᾽ Ἶρις ἀπ᾽ Οὐλύμποιο θοροῦσα
τέμνε, τανυσσαμένη κοῦφα πτερά. δῦ δ᾽ ἐνὶ πόντῳ
Αἰγαίῳ, τόθι πέρ τε δόμοι Νηρῆος ἔασιν.
πρώτην δ᾽ εἰσαφίκανε Θέτιν, καὶ ἐπέφραδε μῦθον
Ἥρης ἐννεσίης, ὦρσέν τέ μιν εἰς ἓ νέεσθαι.
775δεύτερα δ᾽ εἰς Ἥφαιστον ἐβήσατο· παῦσε δὲ τόνγε
ῥίμφα σιδηρείων τυπίδων· ἔσχοντο δ᾽ ἀυτμῆς
αἰθαλέοι πρηστῆρες. ἀτὰρ τρίτον εἰσαφίκανεν
Αἴολον Ἱππότεω παῖδα κλυτόν. ὄφρα δὲ καὶ τῷ
ἀγγελίην φαμένη θοὰ γούνατα παῦεν ὁδοῖο,
780τόφρα Θέτις Νηρῆα κασιγνήτας τε λιποῦσα
ἐξ ἁλὸς Οὔλυμπόνδε θεὰν μετεκίαθεν Ἥρην·
ἣ δέ μιν ἆσσον ἑοῖο παρεῖσέ τε, φαῖνέ τε μῦθον·
«κέκλυθι νῦν, Θέτι δῖα, τά τοι ἐπιέλδομ᾽ ἐνισπεῖν.
οἶσθα μέν, ὅσσον ἐμῇσιν ἐνὶ φρεσὶ τίεται ἥρως
785Αἰσονίδης οἱ δ᾽ ἄλλοι ἀοσσητῆρες ἀέθλου,
οἵη τέ σφ᾽ ἐσάωσα διὰ πλαγκτὰς περόωντας
πέτρας, ἔνθα πάρος δειναὶ βρομέουσι θύελλαι,
κύματά τε σκληρῇσι περιβλύει σπιλάδεσσιν.
νῦν δὲ παρὰ Σκύλλης σκόπελον μέγαν ἠδὲ Χάρυβδιν
790δεινὸν ἐρευγομένην δέχεται ὁδός. ἀλλά σε γὰρ δή
ἐξέτι νηπυτίης αὐτὴ τρέφον ἠδ᾽ ἀγάπησα
ἔξοχον ἀλλάων, αἵ τ᾽ εἰν ἁλὶ ναιετάουσιν,
οὕνεκεν οὐκ ἔτλης εὐνῇ Διὸς ἱεμένοιο
λέξασθαι. κείνῳ γὰρ ἀεὶ τάδε ἔργα μέμηλεν,
795ἠὲ σὺν ἀθανάταις ἠὲ θνητῇσιν ἰαύειν.
ἀλλ᾽ ἐμέ γ᾽ αἰδομένη καὶ ἐνὶ φρεσὶ δειμαίνουσα
ἠλεύω· ὃ δ᾽ ἔπειτα πελώριον ὅρκον ὄμοσσεν,
μήποτέ σ᾽ ἀθανάτοιο θεοῦ καλέεσθαι ἄκοιτιν.
ἔμπης δ᾽ οὐ μεθίεσκεν ὀπιπεύων ἀέκουσαν,
800εἰσότε οἱ πρέσβειρα Θέμις κατέλεξεν ἅπαντα,
ὡς δή τοι πέπρωται ἀμείνονα πατρὸς ἑοῖο
παῖδα τεκεῖν· τὼ καί σε λιλαιόμενος μεθέηκεν,
δείματι, μή τις ἑοῦ ἀντάξιος ἄλλος ἀνάσσοι
ἀθανάτων, ἀλλ᾽ αἰὲν ἑὸν κράτος εἰρύοιτο.
805αὐτὰρ ἐγὼ τὸν ἄριστον ἐπιχθονίων πόσιν εἶναι
δῶκά τοι, ὄφρα γάμου θυμηδέος ἀντιάσειας,
τέκνα τε φιτύσαιο· θεοὺς δ᾽ εἰς δαῖτ᾽ ἐκάλεσσα
πάντας ὁμῶς· αὐτὴ δὲ σέλας χείρεσσιν ἀνέσχον
νυμφίδιον, κείνης ἀγανόφρονος εἵνεκα τιμῆς.
810ἀλλ᾽ ἄγε καί τινά τοι νημερτέα μῦθον ἐνίψω.
εὖτ᾽ ἂν ἐς Ἠλύσιον πεδίον τεὸς υἱὸς ἵκηται,
ὃν δὴ νῦν Χείρωνος ἐν ἤθεσι Κενταύροιο
νηιάδες κομέουσι τεοῦ λίπτοντα γάλακτος,
χρειώ μιν κούρης πόσιν ἔμμεναι Αἰήταο
815Μηδείης. σὺ δ᾽ ἄρηγε νυῷ ἑκυρή περ ἐοῦσα,
ἠδ᾽ αὐτῷ Πηλῆι. τί τοι χόλος ἐστήρικται;
ἀάσθη. καὶ γάρ τε θεοὺς ἐπινίσσεται ἄτη.
ναὶ μὲν ἐφημοσύνῃσιν ἐμαῖς Ἥφαιστον ὀίω
λωφήσειν πρήσσοντα πυρὸς μένος, Ἱπποτάδην δέ
820Αἴολον ὠκείας ἀνέμων ἄικας ἐρύξειν,
νόσφιν ἐυσταθέος ζεφύρου, τείως κεν ἵκωνται
Φαιήκων λιμένας· σὺ δ᾽ ἀκηδέα μήδεο νόστον.
δεῖμα δέ τοι πέτραι καὶ ὑπέρβια κύματ᾽ ἔασιν
μοῦνον, ἅ κεν τρέψαιο κασιγνήτῃσι σὺν ἄλλαις.
825μηδὲ σύγ᾽ ἠὲ Χάρυβδιν ἀμηχανέοντας ἐάσῃς
ἐσβαλέειν, μὴ πάντας ἀναβρόξασα φέρῃσιν,
ἠὲ παρὰ Σκύλλης στυγερὸν κευθμῶνα νέεσθαι,
Σκύλλης Αὐσονίης ὀλοόφρονος, ἣν τέκε Φόρκῳ
νυκτιπόλος Ἑκάτη, τήν τε κλείουσι Κράταιιν,
830μή πως σμερδαλέῃσιν ἐπαΐξασα γένυσσιν
λεκτοὺς ἡρώων δηλήσεται. ἀλλ᾽ ἔχε νῆα
κεῖσ᾽, ὅθι περ τυτθή γε παραίβασις ἔσσετ᾽ ὀλέθρου.»
ὣς φάτο· τὴν δὲ Θέτις τοίῳ προσελέξατο μύθῳ·
«εἰ μὲν δὴ μαλεροῖο πυρὸς μένος ἠδὲ θύελλαι
835ζαχρηεῖς λήξουσιν ἐτήτυμον, ἦ τ᾽ ἂν ἔγωγε
θαρσαλέη φαίην καὶ κύματος ἀντιόωντος
νῆα σαωσέμεναι, ζεφύρου λίγα κινυμένοιο.
ἀλλ᾽ ὥρη δολιχήν τε καὶ ἄσπετον οἷμον ὁδεύειν,
ὄφρα κασιγνήτας μετελεύσομαι, αἵ μοι ἀρωγοί
840ἔσσονται, καὶ νηὸς ὅθι πρυμνήσι᾽ ἀνῆπται,
ὥς κεν ὑπηῷοι μνησαίατο νόστον ἑλέσθαι.»
ἦ καὶ ἀναΐξασα κατ᾽ αἰθέρος ἔμπεσε δίναις
κυανέου πόντοιο· κάλει δ᾽ ἐπαμυνέμεν ἄλλας
αὐτοκασιγνήτας Νηρηίδας· αἳ δ᾽ ἀίουσαι
845ἤντεον ἀλλήλῃσι· Θέτις δ᾽ ἀγόρευεν ἐφετμάς
Ἥρης· αἶψα δ᾽ ἴαλλε μετ᾽ Αὐσονίην ἅλα πάσας.
αὐτὴ δ᾽ ὠκυτέρη ἀμαρύγματος ἠὲ βολάων
ἠελίου, ὅτ᾽ ἄνεισι περαίης ὑψόθι γαίης,
σεύατ᾽ ἴμεν λαιψηρὰ δι᾽ ὕδατος, ἔστ᾽ ἀφίκανεν
850ἀκτὴν Αἰαίην Τυρσηνίδος ἠπείροιο.
|