ἤματι δ᾽ ἑβδομάτῳ Δρεπάνην λίπον· ἤλυθε δ᾽ οὖρος
ἀκραὴς ἠῶθεν ὑπὲκ Διός· οἳ δ᾽ ἀνέμοιο
1225πνοιῇ ἐπειγόμενοι προτέρω θέον. ἀλλὰ γὰρ οὔπω
αἴσιμον ἦν ἐπιβῆναι Ἀχαιίδος ἡρώεσσιν,
ὄφρ᾽ ἔτι καὶ Λιβύης ἐπὶ πείρασιν ὀτλήσειαν.
ἤδη μέν ποθι κόλπον ἐπώνυμον Ἀμβρακιήων,
ἤδη Κουρῆτιν ἔλιπον χθόνα πεπταμένοισιν
1230λαίφεσι καὶ στεινὰς αὐταῖς σὺν Ἐχινάσι νήσους
ἑξείης, Πέλοπος δὲ νέον κατεφαίνετο γαῖα·
καὶ τότ᾽ ἀναρπάγδην ὀλοὴ βορέαο θύελλα
μεσσηγὺς πέλαγόσδε Λιβυστικὸν ἐννέα πάσας
νύκτας ὁμῶς καὶ τόσσα φέρ᾽ ἤματα, μέχρις ἵκοντο
1235προπρὸ μάλ᾽ ἔνδοθι Σύρτιν, ὅθ᾽ οὐκέτι νόστος ὀπίσσω
νηυσὶ πέλει, ὅτε τόνγε βιῴατο κόλπον ἱκέσθαι.
πάντῃ γὰρ τέναγος, πάντῃ μνιόεντα βυθοῖο
τάρφεα· κωφὴ δέ σφιν ἐπιβλύει ὕδατος ἄχνη·
ἠερίη δ᾽ ἄμαθος παρακέκλιται· οὐδέ τι κεῖσε
1240ἑρπετόν, οὐδὲ ποτητὸν ἀείρεται. ἔνθ᾽ ἄρα τούσγε
πλημυρίς —καὶ γάρ τ᾽ ἀναχάζεται ἠπείροιο
ἦ θαμὰ δὴ τόδε χεῦμα, καὶ ἂψ ἐπερεύγεται ἀκτάς
λάβρον ἐποιχόμενον— μυχάτῃ ἐνέωσε τάχιστα
ἠιόνι, τρόπιος δὲ μάλ᾽ ὕδασι παῦρον ἔλειπτο.
1245οἳ δ᾽ ἀπὸ νηὸς ὄρουσαν, ἄχος δ᾽ ἕλεν εἰσορόωντας
ἠέρα καὶ μεγάλης νῶτα χθονὸς ἠέρι ἶσα,
τηλοῦ ὑπερτείνοντα διηνεκές· οὐδέ τιν᾽ ἀρδμόν,
οὐ πάτον, οὐκ ἀπάνευθε κατηυγάσσαντο βοτήρων
αὔλιον, εὐκήλῳ δὲ κατείχετο πάντα γαλήνῃ.
1250ἄλλος δ᾽ αὖτ᾽ ἄλλον τετιημένος ἐξερέεινεν·
«τίς χθὼν εὔχεται ἥδε; πόθι ξυνέωσαν ἄελλαι
ἡμέας; αἴθ᾽ ἔτλημεν, ἀφειδέες οὐλομένοιο
δείματος, αὐτὰ κέλευθα διαμπερὲς ὁρμηθῆναι
πετράων. ἦ τ᾽ ἂν καὶ ὑπὲρ Διὸς αἶσαν ἰοῦσιν
1255βέλτερον ἦν μέγα δή τι μενοινώοντας ὀλέσθαι.
νῦν δὲ τί κεν ῥέξαιμεν, ἐρυκόμενοι ἀνέμοισιν
αὖθι μένειν τυτθόν περ ἐπὶ χρόνον; οἷον ἐρήμη
πέζα διωλυγίης ἀναπέπταται ἠπείροιο.»
|