ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐπὶ νηὸς ἔβαν, πρήσοντος ἀήτεω
ἂμ πέλαγος νοτίοιο, πόρους τ᾽ ἀπετεκμήραντο
λίμνης ἐκπρομολεῖν Τριτωνίδος, οὔ τινα μῆτιν
1540δὴν ἔχον, ἀφραδέως δὲ πανημέριοι φορέοντο.
ὡς δὲ δράκων σκολιὴν εἱλιγμένος ἔρχεται οἶμον,
εὖτέ μιν ὀξύτατον θάλπει σέλας ἠελίοιο·
ῥοίζῳ δ᾽ ἔνθα καὶ ἔνθα κάρη στρέφει, ἐν δέ οἱ ὄσσε
σπινθαρύγεσσι πυρὸς ἐναλίγκια μαιμώοντι
1545λάμπεται, ὄφρα μυχόνδε διὰ ῥωχμοῖο δύηται·
ὣς Ἀργὼ λίμνης στόμα ναύπορον ἐξερέουσα
ἀμφεπόλει δηναιὸν ἐπὶ χρόνον. αὐτίκα δ᾽ Ὀρφεύς
κέκλετ᾽ Ἀπόλλωνος τρίποδα μέγαν ἔκτοθι νηός
δαίμοσιν ἐγγενέταις νόστῳ ἔπι μείλια θέσθαι.
1550καὶ τοὶ μὲν Φοίβου κτέρας ἵδρυον ἐν χθονὶ βάντες·
τοῖσιν δ᾽ αἰζηῷ ἐναλίγκιος ἀντεβόλησεν
Τρίτων εὐρυβίης, γαίης δ᾽ ἀνὰ βῶλον ἀείρας
ξείνι᾽ ἀριστήεσσι προΐσχετο, φώνησέν τε·
«δέχθε, φίλοι· ἐπεὶ οὐ περιώσιον ἐγγυαλίξαι
1555ἐνθάδε νῦν πάρ᾽ ἐμοὶ ξεινήιον ἀντομένοισιν.
εἰ δέ τι τῆσδε πόρους μαίεσθ᾽ ἁλός, οἷά τε πολλά
ἄνθρωποι χατέουσιν ἐπ᾽ ἀλλοδαπῇ περόωντες,
ἐξερέω. δὴ γάρ με πατὴρ ἐπιίστορα πόντου
θῆκε Ποσειδάων τοῦδ᾽ ἔμμεναι. αὐτὰρ ἀνάσσω
1560παρραλίης, εἰ δή τιν᾽ ἀκούετε νόσφιν ἐόντες
Εὐρύπυλον Λιβύῃ θηροτρόφῳ ἐγγεγαῶτα.»
ὣς ηὔδα· πρόφρων δ᾽ ὑπερέσχεθε βώλακι χεῖρας
Εὔφημος, καὶ τοῖα παραβλήδην προσέειπεν·
«Ἀπίδα καὶ πέλαγος Μινώιον εἴ νύ που, ἥρως,
1565ἐξεδάης, νημερτὲς ἀνειρομένοισιν ἐνίσπες.
δεῦρο γὰρ οὐκ ἐθέλοντες ἱκάνομεν, ἀλλὰ βαρείαις
χρίμψαντες γαίης ἐπὶ πείρασι τῆσδε θυέλλαις
νῆα μεταχρονίην ἐκομίσσαμεν ἐς τόδε λίμνης
χεῦμα δι᾽ ἠπείρου βεβαρημένοι· οὐδέ τι ἴδμεν,
1570πῇ πλόος ἐξανέχει Πελοπηίδα γαῖαν ἱκέσθαι.»
ὣς ἄρ᾽ ἔφη. ὃ δὲ χεῖρα τανύσσατο, δεῖξε δ᾽ ἄπωθεν
φωνήσας πόντον τε καὶ ἀγχιβαθὲς στόμα λίμνης·
«κείνη μὲν πόντοιο διήλυσις, ἔνθα μάλιστα
βένθος ἀκίνητον μελανεῖ· ἑκάτερθε δὲ λευκαί
1575ῥηγμῖνες φρίσσουσι διαυγέες· ἣ δὲ μεσηγὺ
ῥηγμίνων στεινὴ τελέθει ὁδὸς ἐκτὸς ἐλάσσαι.
κεῖνο δ᾽ ὑπηέριον θείην Πελοπηίδα γαῖαν
εἰσανέχει πέλαγος Κρήτης ὕπερ· ἀλλ᾽ ἐπὶ χειρός
δεξιτερῆς, λίμνηθεν ὅτ᾽ εἰς ἁλὸς οἶδμα βάλητε,
1580τόφρ᾽ αὐτὴν παρὰ χέρσον ἐεργμένοι ἰθύνεσθε,
ἔστ᾽ ἂν ἄνω τείνῃσι· περιρρήδην δ᾽ ἑτέρωσε
κλινομένης χέρσοιο, τότε πλόος ὔμμιν ἀπήμων
ἀγκῶνος τέτατ᾽ ἰθὺς ἀπὸ προύχοντος ἰοῦσιν.
ἀλλ᾽ ἴτε γηθόσυνοι, καμάτοιο δὲ μή τις ἀνίη
1585γιγνέσθω, νεότητι κεκασμένα γυῖα μογῆσαι.»
|