ἴσκεν ἐυφρονέων· οἳ δ᾽ αἶψ᾽ ἐπὶ νηὸς ἔβησαν
λίμνης ἐκπρομολεῖν λελιημένοι εἰρεσίῃσιν.
καὶ δὴ ἐπιπρονέοντο μεμαότες· αὐτὰρ ὃ τείως
Τρίτων ἀνθέμενος τρίποδα μέγαν, εἴσατο λίμνην
1590εἰσβαίνειν· μετὰ δ᾽ οὔ τις ἐσέδρακεν, οἷον ἄφαντος
αὐτῷ σὺν τρίποδι σχεδὸν ἔπλετο. τοῖσι δ᾽ ἰάνθη
θυμός, ὃ δὴ μακάρων τις ἐναίσιμος ἀντεβόλησεν.
καί ῥά οἱ Αἰσονίδην μήλων ὅ τι φέρτατον ἄλλων
ἤνωγον ῥέξαι καὶ ἐπευφημῆσαι ἑλόντα.
1595αἶψα δ᾽ ὅγ᾽ ἐσσυμένως ἐκρίνατο, καί μιν ἀείρας
σφάξε κατὰ πρύμνης, ἐπὶ δ᾽ ἔννεπεν εὐχωλῇσιν·
«δαῖμον, ὅτις λίμνης ἐπὶ πείρασι τῆσδ᾽ ἐφαάνθης,
εἴτε σέγε Τρίτων᾽, ἅλιον τέρας, εἴτε σε Φόρκυν,
ἢ Νηρῆα θύγατρες ἐπικλείουσ᾽ ἁλοσύδναι,
1600ἵλαθι, καὶ νόστοιο τέλος θυμηδὲς ὄπαζε.»
ἦ ῥ᾽, ἅμα δ᾽ εὐχωλῇσιν ἐς ὕδατα λαιμοτομήσας
ἧκε κατὰ πρύμνης· ὃ δὲ βένθεος ἐξεφαάνθη
τοῖος ἐών, οἷός περ ἐτήτυμος ἦεν ἰδέσθαι.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ θοὸν ἵππον ἐς εὐρέα κύκλον ἀγῶνος
1605στέλλῃ ὀρεξάμενος λασίης εὐπειθέα χαίτης,
εἶθαρ ἐπιτροχάων, ὃ δ᾽ ἐπ᾽ αὐχένι γαῦρος ἀερθείς
ἕσπεται, ἀργινόεντα δ᾽ ἐνὶ στομάτεσσι χαλινά
ἀμφὶς ὀδακτάζοντι παραβλήδην κροτέονται·
ὣς ὅγ᾽ ἐπισχόμενος γλαφυρῆς ὁλκήιον Ἀργοῦς
1610ἦγ᾽ ἅλαδε προτέρωσε. δέμας δέ οἱ ἐξ ὑπάτοιο
κράατος, ἀμφί τε νῶτα καὶ ἰξύας ἔστ᾽ ἐπὶ νηδύν
ἀντικρὺ μακάρεσσι φυὴν ἔκπαγλον ἔικτο·
αὐτὰρ ὑπαὶ λαγόνων δίκραιρά οἱ ἔνθα καὶ ἔνθα
κήτεος ὁλκαίη μηκύνετο, κόπτε δ᾽ ἀκάνθαις
1615ἄκρον ὕδωρ, αἵ τε σκολιοῖς ἐπινειόθι κέντροις
μήνης ὡς κεράεσσιν ἐειδόμεναι διχόωντο.
τόφρα δ᾽ ἄγεν, τείως μιν ἐπιπροέηκε θαλάσσῃ
νισσομένην· δῦ δ᾽ αἶψα μέγαν βυθόν· οἳ δ᾽ ὁμάδησαν
ἥρωες, τέρας αἰνὸν ἐν ὀφθαλμοῖσιν ἰδόντες.
1620ἔνθα μὲν Ἀργῷός τε λιμὴν καὶ σήματα νηός
ἠδὲ Ποσειδάωνος ἰδὲ Τρίτωνος ἔασιν
βωμοί· ἐπεὶ κεῖν᾽ ἦμαρ ἐπέσχεθον· αὐτὰρ ἐς ἠῶ
λαίφεσι πεπταμένοις αὐτὴν ἐπὶ δεξί᾽ ἔχοντες
γαῖαν ἐρημαίην, πνοιῇ ζεφύροιο θέεσκον.
|