1625ἦρι δ᾽ ἔπειτ᾽ ἀγκῶνά θ᾽ ὁμοῦ μυχάτην τε θάλασσαν
κεκλιμένην ἀγκῶνος ὕπερ προύχοντος ἴδοντο.
αὐτίκα δὲ ζέφυρος μὲν ἐλώφεεν, ἤλυθε δ᾽ αὔρη
ἀργέσταο νότου· χήραντο δὲ θυμὸν ἰωῇ.
ἦμος δ᾽ ἠέλιος μὲν ἔδυ, ἀνὰ δ᾽ ἤλυθεν ἀστήρ
1630αὔλιος, ὅς τ᾽ ἀνέπαυσεν ὀιζυροὺς ἀροτῆρας,
δὴ τότ᾽ ἔπειτ᾽ ἀνέμοιο κελαινῇ νυκτὶ λιπόντος
ἱστία λυσάμενοι περιμήκεά τε κλίναντες
ἱστόν, ἐυξέστῃσιν ἐπερρώοντ᾽ ἐλάτῃσιν
παννύχιοι καὶ ἐπ᾽ ἦμαρ, ἐπ᾽ ἤματι δ᾽ αὖτις ἰοῦσαν
1635νύχθ᾽ ἑτέρην. ὑπέδεκτο δ᾽ ἀπόπροθι παιπαλόεσσα
Κάρπαθος. ἔνθεν δ᾽ οἵγε περαιώσεσθαι ἔμελλον
Κρήτην, ἥ τ᾽ ἄλλων ὑπερέπλετο εἰν ἁλὶ νήσων.
τοὺς δὲ Τάλως χάλκειος, ἀπὸ στιβαροῦ σκοπέλοιο
ῥηγνύμενος πέτρας, εἶργε χθονὶ πείσματ᾽ ἀνάψαι,
1640Δικταίην ὅρμοιο κατερχομένους ἐπιωγήν.
τὸν μὲν χαλκείης μελιηγενέων ἀνθρώπων
ῥίζης λοιπὸν ἐόντα μετ᾽ ἀνδράσιν ἡμιθέοισιν
Εὐρώπῃ Κρονίδης νήσου πόρεν ἔμμεναι οὖρον,
τρὶς περὶ χαλκείοις Κρήτην ποσὶ δινεύοντα·
1645ἀλλ᾽ ἤτοι τὸ μὲν ἄλλο δέμας καὶ γυῖα τέτυκτο
χάλκεος ἠδ᾽ ἄρρηκτος· ὑπαὶ δέ οἱ ἔσκε τένοντος
σύριγξ αἱματόεσσα κατὰ σφυρόν· αὐτὰρ ὃ τήνγε
λεπτὸς ὑμήν, ζωῆς, ἔχε, πείρατα καὶ θανάτοιο.
οἳ δέ, δύῃ μάλα περ δεδμημένοι, αἶψ᾽ ἀπὸ χέρσου
1650νῆα περιδδείσαντες ἀνακρούεσκον ἐρετμοῖς.
καί νύ κ᾽ ἐπισμυγερῶς Κρήτης ἑκὰς ἠέρθησαν,
ἀμφότερον δίψῃ τε καὶ ἄλγεσι μοχθίζοντες,
εἰ μή σφιν Μήδεια λιαζομένοις ἀγόρευσεν·
«κέκλυτέ μευ. μούνη γὰρ ὀίομαι ὔμμι δαμάσσειν
1655ἄνδρα τόν, ὅστις ὅδ᾽ ἐστί, καὶ εἰ παγχάλκεον ἴσχει
ὃν δέμας, ὁππότε μή οἱ ἐπ᾽ ἀκάματος πέλοι αἰών.
ἀλλ᾽ ἔχετ᾽ αὐτοῦ νῆα θελήμονες ἐκτὸς ἐρωῆς
πετράων, εἵως κεν ἐμοὶ εἴξειε δαμῆναι.»
ὣς ἄρ᾽ ἔφη· καὶ τοὶ μὲν ὑπὲκ βελέων ἐρύσαντο
1660νῆ᾽ ἐπ᾽ ἐρετμοῖσιν, δεδοκημένοι, ἥντινα ῥέξει
μῆτιν ἀνωίστως. ἣ δὲ πτύχα πορφυρέοιο
προσχομένη πέπλοιο παρειάων ἑκάτερθεν
βήσατ᾽ ἐπ᾽ ἰκριόφιν· χειρὸς δέ ἑ χειρὶ μεμαρπώς
Αἰσονίδης ἐκόμιζε διὰ κληῖδας ἰοῦσαν.
1665ἔνθα δ᾽ ἀοιδῇσιν μειλίσσετο, μέλπε δὲ Κῆρας
θυμοβόρους, Ἀίδαο θοὰς κύνας, αἳ περὶ πᾶσαν
ἠέρα δινεύουσαι ἐπὶ ζωοῖσιν ἀγῶνται.
τὰς γουναζομένη τρὶς μὲν παρεκέκλετ᾽ ἀοιδαῖς,
τρὶς δὲ λιταῖς· θεμένη δὲ κακὸν νόον, ἐχθοδοποῖσιν
1670ὄμμασι χαλκείοιο Τάλω ἐμέγηρεν ὀπωπάς·
λευγαλέον δ᾽ ἐπί οἱ πρῖεν χόλον, ἐκ δ᾽ ἀίδηλα
δείκηλα προΐαλλεν, ἐπιζάφελον κοτέουσα.
Ζεῦ πάτερ, ἦ μέγα δή μοι ἐνὶ φρεσὶ θάμβος ἄηται,
εἰ δὴ μὴ νούσοισι τυπῇσί τε μοῦνον ὄλεθρος
1675ἀντιάει, καὶ δή τις ἀπόπροθεν ἄμμε χαλέπτει·
ὡς ὅγε χάλκειός περ ἐὼν ὑπόειξε δαμῆναι
Μηδείης βρίμῃ πολυφαρμάκου· ἂν δὲ βαρείας
ὀχλίζων λάιγγας, ἐρυκέμεν ὅρμον ἱκέσθαι,
πετραίῳ στόνυχι χρίμψε σφυρόν· ἐκ δέ οἱ ἰχώρ
1680τηκομένῳ ἴκελος μολίβῳ ῥέεν· οὐδ᾽ ἔτι δηρόν
εἱστήκει προβλῆτος ἐπεμβεβαὼς σκοπέλοιο.
ἀλλ᾽ ὥς τίς τ᾽ ἐν ὄρεσσι πελωρίη ὑψόθι πεύκη,
τήν τε θοοῖς πελέκεσσιν ἔθ᾽ ἡμιπλῆγα λιπόντες
ὑλοτόμοι δρυμοῖο κατήλυθον· ἣ δ᾽ ὑπὸ νυκτί
1685ῥιπῇσιν μὲν πρῶτα τινάσσεται, ὕστερον αὖτε
πρυμνόθεν ἐξαγεῖσα κατήριπεν· ὣς ὅγε ποσσίν
ἀκαμάτοις τείως μὲν ἐπισταδὸν ᾐωρεῖτο,
ὕστερον αὖτ᾽ ἀμενηνὸς ἀπείρονι κάππεσε δούπῳ.
κεῖνο μὲν οὖν Κρήτῃ ἐνὶ δὴ κνέφας ηὐλίζοντο
1690ἥρωες. μετὰ δ᾽ οἵγε νέον φαέθουσαν ἐς ἠῶ
ἱρὸν Ἀθηναίης Μινωίδος ἱδρύσαντο,
ὕδωρ τ᾽ εἰσαφύσαντο καὶ εἰσέβαν, ὥς κεν ἐρετμοῖς
παμπρώτιστα βάλοιεν ὑπὲρ Σαλμωνίδος ἄκρης.
|