αὐτίκα δὲ Κρηταῖον ὑπὲρ μέγα λαῖτμα θέοντας
1695νὺξ ἐφόβει, τήνπερ τε κατουλάδα κικλήσκουσιν.
νύκτ᾽ ὀλοὴν οὐκ ἄστρα διίσχανεν, οὐκ ἀμαρυγαί
μήνης· οὐρανόθεν δὲ μέλαν χάος, ἠέ τις ἄλλη
ὠρώρει σκοτίη μυχάτων ἀνιοῦσα βερέθρων.
αὐτοὶ δ᾽, εἴτ᾽ Ἀίδῃ, εἴθ᾽ ὕδασιν ἐμφορέοντο,
1700ἠείδειν οὐδ᾽ ὅσσον· ἐπέτρεψαν δὲ θαλάσσῃ
νόστον, ἀμηχανέοντες, ὅπῃ φέροι. αὐτὰρ Ἰήσων
χεῖρας ἀνασχόμενος μεγάλῃ ὀπὶ Φοῖβον ἀύτει
ῥύσασθαι καλέων· κατὰ δ᾽ ἔρρεεν ἀσχαλόωντι
δάκρυα· πολλὰ δὲ Πυθοῖ ὑπίσχετο, πολλὰ δ᾽ Ἀμύκλαις,
1705πολλὰ δ᾽ ἐς Ὀρτυγίην ἀπερείσια δῶρα κομίσσειν.
Λητοΐδη, τύνη δὲ κατ᾽ οὐρανοῦ ἵκεο πέτρας
ῥίμφα Μελαντείους ἀριήκοος, αἵ τ᾽ ἐνὶ πόντῳ
ἧνται· δοιάων δὲ μιῆς ἐφύπερθεν ὀρούσας,
δεξιτερῇ χρύσειον ἀνέσχεθες ὑψόθι τόξον·
1710μαρμαρέην δ᾽ ἀπέλαμψε βιὸς περὶ πάντοθεν αἴγλην.
τοῖσι δέ τις Σποράδων βαιὴ ἀνὰ τόφρ᾽ ἐφαάνθη
νῆσος ἰδεῖν, ὀλίγης Ἱππουρίδος ἀντία νήσου,
ἔνθ᾽ εὐνὰς ἐβάλοντο καὶ ἔσχεθον. αὐτίκα δ᾽ ἠώς
φέγγεν ἀνερχομένη. τοὶ δ᾽ ἀγλαὸν Ἀπόλλωνι
1715ἄλσει ἐνὶ σκιερῷ τέμενος σκιόεντά τε βωμόν
ποίεον, Αἰγλήτην μὲν ἐυσκόπου εἵνεκεν αἴγλης
Φοῖβον κεκλόμενοι· Ἀνάφην δέ τε λισσάδα νῆσον
ἴσκον, ὃ δὴ Φοῖβός μιν ἀτυζομένοις ἀνέφηνεν.
ῥέζον δ᾽ ὅσσα περ ἄνδρες ἐρημαίῃ ἐνὶ ῥέζειν
1720ἀκτῇ ἐφοπλίσσειαν· ὃ δή σφεας ὁππότε δαλοῖς
ὕδωρ αἰθομένοισιν ἐπιλλείβοντας ἴδοντο
Μηδείης δμωαὶ Φαιηκίδες, οὐκέτ᾽ ἔπειτα
ἴσχειν ἐν στήθεσσι γέλω σθένον, οἷα θαμειάς
αἰὲν ἐν Ἀλκινόοιο βοοκτασίας ὁρόωσαι.
1725τὰς δ᾽ αἰσχροῖς ἥρωες ἐπιστοβέεσκον ἔπεσσιν
χλεύῃ γηθόσυνοι· γλυκερὴ δ᾽ ἀνεδαίετο τοῖσιν
κερτομίη καὶ νεῖκος ἐπεσβόλον. ἐκ δέ νυ κείνης
μολπῆς ἡρώων νήσῳ ἔνι τοῖα γυναῖκες
ἀνδράσι δηριόωνται, ὅτ᾽ Ἀπόλλωνα θυηλαῖς
1730Αἰγλήτην Ἀνάφης τιμήορον ἱλάσκωνται.
|