ἀλλ᾽ ὅτε δὴ κἀκεῖθεν ὑπεύδια πείσματ᾽ ἔλυσαν,
μνήσατ᾽ ἔπειτ᾽ Εὔφημος ὀνείρατος ἐννυχίοιο,
ἁζόμενος Μαίης υἷα κλυτόν. εἴσατο γάρ οἱ
δαιμονίη βῶλαξ ἐπιμάστιος ᾧ ἐν ἀγοστῷ
1735ἄρδεσθαι λευκῇσιν ὑπαὶ λιβάδεσσι γάλακτος,
ἐκ δὲ γυνὴ βώλοιο πέλειν ὀλίγης περ ἐούσης
παρθενικῇ ἰκέλη· μίχθη δέ οἱ ἐν φιλότητι
ἄσχετον ἱμερθείς· ὀλοφύρετο δ᾽ ἠύτε κούρην
ζευξάμενος, τήν τ᾽ αὐτὸς ἑῷ ἀτίταλλε γάλακτι·
1740ἣ δέ ἑ μειλιχίοισι παρηγορέεσκεν ἔπεσσιν·
«Τρίτωνος γένος εἰμί, τεῶν τροφός, ὦ φίλε, παίδων,
οὐ κούρη· Τρίτων γὰρ ἐμοὶ Λιβύη τε τοκῆες.
ἀλλά με Νηρῆος παρακάτθεο παρθενικῇσιν
ἂμ πέλαγος ναίειν Ἀνάφης σχεδόν· εἶμι δ᾽ ἐς αὐγάς
1745ἠελίου μετόπισθε, τεοῖς νεπόδεσσιν ἑτοίμη.»
τῶν ἄρ᾽ ἐπὶ μνῆστιν κραδίη βάλεν, ἔκ τ᾽ ὀνόμηνεν
Αἰσονίδῃ. ὃ δ᾽ ἔπειτα θεοπροπίας Ἑκάτοιο
θυμῷ πεμπάζων ἀνενείκατο φώνησέν τε·
«ὦ πέπον, ἦ μέγα δή σε καὶ ἀγλαὸν ἔμμορε κῦδος.
1750βώλακα γὰρ τεύξουσι θεοὶ πόντονδε βαλόντι
νῆσον, ἵν᾽ ὁπλότεροι παίδων σέθεν ἐννάσσονται
παῖδες· ἐπεὶ Τρίτων ξεινήιον ἐγγυάλιξεν
τήνδε τοι ἠπείροιο Λιβυστίδος. οὔ νύ τις ἄλλος
ἀθανάτων, ἢ κεῖνος, ὅ μιν πόρεν ἀντιβολήσας.»
1755ὣς ἔφατ᾽. οὐδ᾽ ἁλίωσεν ὑπόκρισιν Αἰσονίδαο
Εὔφημος· βῶλον δέ, θεοπροπίῃσιν ἰανθείς,
ἧκεν ὑποβρυχίην. τῆς δ᾽ ἔκτοθι νῆσος ἀέρθη
Καλλίστη, παίδων ἱερὴ τροφὸς Εὐφήμοιο,
οἳ πρὶν μέν ποτε δὴ Σιντηίδα Λῆμνον ἔναιον,
1760Λήμνου τ᾽ ἐξελαθέντες ὑπ᾽ ἀνδράσι Τυρσηνοῖσιν
Σπάρτην εἰσαφίκανον ἐφέστιοι· ἐκ δὲ λιπόντας
Σπάρτην Αὐτεσίωνος ἐὺς πάις ἤγαγε Θήρας
Καλλίστην ἐπὶ νῆσον, ἀμείψατο δ᾽ οὔνομα Θήρης
ἐξ ἕθεν. ἀλλὰ τὰ μὲν μετόπιν γένετ᾽ Εὐφήμοιο.
1765κεῖθεν δ᾽ ἀπτερέως διὰ μυρίον οἶδμα λιπόντες
Αἰγίνης ἀκτῇσιν ἐπέσχεθον· αἶψα δὲ τοίγε
ὑδρείης πέρι δῆριν ἀμεμφέα δηρίσαντο,
ὅς κεν ἀφυσσάμενος φθαίη μετὰ νῆάδ᾽ ἱκέσθαι.
ἄμφω γὰρ χρειώ τε καὶ ἄσπετος οὖρος ἔπειγεν.
1770ἔνθ᾽ ἔτι νῦν πλήθοντας ἐπωμαδὸν ἀμφιφορῆας
ἀνθέμενοι κούφοισιν ἄφαρ κατ᾽ ἀγῶνα πόδεσσιν
κοῦροι Μυρμιδόνων νίκης πέρι δηριόωνται.
|