Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΑΠΟΛΛΩΝΙΟΣ ΡΟΔΙΟΣ

Ἀργοναυτικά (1.886-1.909)


ὣς δὲ καὶ Ὑψιπύλη ἠρήσατο χεῖρας ἑλοῦσα
Αἰσονίδεω, τὰ δέ οἱ ῥέε δάκρυα χήτει ἰόντος·
«νίσσεο, καί σε θεοὶ σὺν ἀπηρέσιν αὖτις ἑταίροις
χρύσειον βασιλῆι δέρος κομίσειαν ἄγοντα
890αὔτως, ὡς ἐθέλεις καί τοι φίλον. ἥδε δὲ νῆσος
σκῆπτρά τε πατρὸς ἐμεῖο παρέσσεται, ἢν καὶ ὀπίσσω
δή ποτε νοστήσας ἐθέλῃς ἄψορρον ἱκέσθαι·
ῥηιδίως δ᾽ ἂν ἑοῖ καὶ ἀπείρονα λαὸν ἀγείραις
ἄλλων ἐκ πολίων. ἀλλ᾽ οὐ σύγε τήνδε μενοινήν
895σχήσεις, οὔτ᾽ αὐτὴ προτιόσσομαι ὧδε τελεῖσθαι·
μνώεο μὴν ἀπεών περ ὁμῶς καὶ νόστιμος ἤδη
Ὑψιπύλης· λίπε δ᾽ ἡμὶν ἔπος, τό κεν ἐξανύσαιμι
πρόφρων, ἢν ἄρα δή με θεοὶ δώωσι τεκέσθαι.»
τὴν δ᾽ αὖτ᾽ Αἴσονος υἱὸς ἀγαιόμενος προσέειπεν·
900«Ὑψιπύλη, τὰ μὲν οὕτω ἐναίσιμα πάντα γένοιτο
ἐκ μακάρων. τύνη δ᾽ ἐμέθεν πέρι θυμὸν ἀρείω
ἴσχαν᾽· ἐπεὶ πάτρην μοι ἅλις Πελίαο ἕκητι
ναιετάειν· μοῦνόν με θεοὶ λύσειαν ἀέθλων.
εἰ δ᾽ οὔ μοι πέπρωται ἐς Ἑλλάδα γαῖαν ἱκέσθαι
905τηλοῦ ἀναπλώοντι, σὺ δ᾽ ἄρσενα παῖδα τέκηαι,
πέμπε μιν ἡβήσαντα Πελασγίδος ἔνδον Ἰωλκοῦ
πατρί τ᾽ ἐμῷ καὶ μητρὶ δύης ἄκος, ἢν ἄρα τούσγε
τέτμῃ ἔτι ζώοντας, ἵν᾽ ἄνδιχα τοῖο ἄνακτος
σφοῖσιν πορσύνωνται ἐφέστιοι ἐν μεγάροισιν.»


Αποχαιρετισμός Ιάσονος και Υψιπύλης.

Και η Υψιπύλη πιάνοντας τα χέρια του Αισονίδη
του ευχήθη και τα δάκρυά της τρέχαν από τη λύπη.
«Πήγαινε, κι οι θεοί ξανά, μ᾽ άβλαφτους τους συντρόφους
το χρυσό δέρμα φέρνοντας στο βασιλιά, ας σε φέρουν,
890 έτσι, όπως θέλεις κι αγαπάς· και το νησί εδώ τούτο
θα ᾽χεις και του πατέρα μου το σκήπτρο αν το θελήσεις
καμιά φορά γυρίζοντας πάλι δω πέρα νά ᾽ρθεις·
κι εύκολα, κι άμετρο λαό θα μπόρειες να μαζέψεις
απ᾽ άλλες πόλεις· μα γι᾽ αυτά φροντίδα συ δε θα ᾽χεις
895 ούτε κι εγώ θενα το ιδώ έτσι ποτέ να γένει·
όμως θυμού και φεύγοντας και σαν γυρίσεις πάλι
την Υψιπύλη· κι άσε μου λόγο, που θα φυλάξω
πρόθυμη, αν μου δώσουνε παιδί οι θεοί να κάνω.»
Κι ο Αισονίδης απαντάει σ᾽ αυτήν με στενοχώρια.
900 «Είθε Υψιπύλη, όλ᾽ αυτά με το καλό να γένουν
απ᾽ τους θεούς· και συ για μέ γνώμη πιο κάλλια να ᾽χεις·
γιατί μου φτάνει μακριά να μένω απ᾽ τον Πελία
στη χώρα μου· μόνο οι θεοί τα πάθια μου να σώσουν.
Μα αν δεν μου μέλλει πίσω πια Ελλάδα να ξανάιδω
905 μακριά που πλέω, και συ παιδί αρσενικό γεννήσεις,
σαν μεγαλώσει στείλε το στην Ιωλκό κει πέρα
της μάνας μου και του γονιού γιατρειά στη συμφορά των,
αν τους πετύχει ζωντανούς, για να φροντίζει εκείνο
για τη λατρεία των θεών, κι αν λείπει ο βασιλιάς του.»