αὐτίκα δ᾽ ἀκροτάτας ὑπερέσχεθεν ἄκριας ἀστήρ
ἠῷος, πνοιαὶ δὲ κατήλυθον· ὦκα δὲ Τῖφυς
1275ἐσβαίνειν ὀρόθυνεν ἐπαυρέσθαι τ᾽ ἀνέμοιο.
οἳ δ᾽ εἴσβαινον ἄφαρ λελιημένοι· ὕψι δὲ νηός
εὐναίας ἐρύσαντες ἀνεκρούσαντο κάλωας.
κυρτώθη δ᾽ ἀνέμῳ λίνα μεσσόθι, τῆλε δ᾽ ἀπ᾽ ἀκτῆς
γηθόσυνοι φορέοντο παραὶ Ποσιδήιον ἄκρην.
1280ἦμος δ᾽ οὐρανόθεν χαροπὴ ὑπολάμπεται ἠώς
ἐκ περάτης ἀνιοῦσα, διαγλαύσσουσι δ᾽ ἀταρποί,
καὶ πεδία δροσόεντα φαεινῇ λάμπεται αἴγλῃ,
τῆμος τούσγ᾽ ἐνόησαν ἀιδρείῃσι λιπόντες.
ἐν δέ σφιν κρατερὸν νεῖκος πέσεν, ἐν δὲ κολῳός
1285ἄσπετος, εἰ τὸν ἄριστον ἀποπρολιπόντες ἔβησαν
σφωιτέρων ἑτάρων. ὃ δ᾽ ἀμηχανίῃσιν ἀτυχθείς
οὔτε τι τοῖον ἔπος μετεφώνεεν, οὔτε τι τοῖον
Αἰσονίδης· ἀλλ᾽ ἧστο βαρείῃ νειόθεν ἄτῃ
θυμὸν ἔδων· Τελαμῶνα δ᾽ ἕλεν χόλος, ὧδέ τ᾽ ἔειπεν·
1290«ἧσ᾽ αὔτως εὔκηλος, ἐπεί νύ τοι ἄρμενον ἦεν
Ἡρακλῆα λιπεῖν· σέο δ᾽ ἔκτοθι μῆτις ὄρωρεν,
ὄφρα τὸ κείνου κῦδος ἀν᾽ Ἑλλάδα μή σε καλύψῃ,
αἴ κε θεοὶ δώωσιν ὑπότροπον οἴκαδε νόστον.
ἀλλὰ τί μύθων ἦδος; ἐπεὶ καὶ νόσφιν ἑταίρων
1295εἶμι τεῶν, οἳ τόνγε δόλον συνετεκτήναντο.»
ἦ, καὶ ἐς Ἁγνιάδην Τῖφυν θόρε· τὼ δέ οἱ ὄσσε
ὄστλιγγες μαλεροῖο πυρὸς ὡς ἰνδάλλοντο.
καί νύ κεν ἂψ ὀπίσω Μυσῶν ἐπὶ γαῖαν ἵκοντο
λαῖτμα βιησάμενοι ἀνέμου τ᾽ ἄλληκτον ἰωήν,
1300εἰ μὴ Θρηικίοιο δύω υἷες Βορέαο
Αἰακίδην χαλεποῖσιν ἐρητύεσκον ἔπεσσιν,
σχέτλιοι· ἦ τέ σφιν στυγερὴ τίσις ἔπλετ᾽ ὀπίσσω
χερσὶν ὑφ᾽ Ἡρακλῆος, ὅ μιν δίζεσθαι ἔρυκον.
ἄθλων γὰρ Πελίαο δεδουπότος ἂψ ἀνιόντας
1305Τήνῳ ἐν ἀμφιρύτῃ πέφνεν, καὶ ἀμήσατο γαῖαν
ἀμφ᾽ αὐτοῖς, στήλας τε δύω καθύπερθεν ἔτευξεν,
ὧν ἑτέρη, θάμβος περιώσιον ἀνδράσι λεύσσειν,
κίνυται ἠχήεντος ὑπὸ πνοιῇ βορέαο.
καὶ τὰ μὲν ὣς ἤμελλε μετὰ χρόνον ἐκτελέεσθαι.
|