60ὣς ἔφατ᾽. αὐτὰρ ὅγ᾽ οὔ τι παραβλήδην ἐρίδηνεν·
ἦκα δὲ μειδήσας, οἵ οἱ παρὰ ποσσὶν ἔκειντο,
τοὺς ἕλεν ἀπροφάτως· τοῦ δ᾽ ἀντίος ἤλυθε Κάστωρ
ἠδὲ Βιαντιάδης Ταλαὸς μέγας, ὦκα δ᾽ ἱμάντας
ἀμφέδεον, μάλα πολλὰ παρηγορέοντες ἐς ἀλκήν·
65τῷ δ᾽ αὖτ᾽ Ἄρητός τε καὶ Ὄρνυτος, οὐδέ τι ᾔδειν
νήπιοι ὕστατα κεῖνα κακῇ δήσαντες ἐπ᾽ αἴσῃ.
οἳ δ᾽ ἐπεὶ οὖν ἱμᾶσι διασταδὸν ἠρτύναντο,
αὐτίκ᾽ ἀνασχόμενοι ῥεθέων προπάροιθε βαρείας
χεῖρας, ἐπ᾽ ἀλλήλοισι μένος φέρον ἀντιόωντες.
70ἔνθα δὲ Βεβρύκων μὲν ἄναξ, ἅτε κῦμα θαλάσσης
τρηχὺ θοὴν ἐπὶ νῆα κορύσσεται, ἣ δ᾽ ὑπὸ τυτθόν
ἰδρείῃ πυκινοῖο κυβερνητῆρος ἀλύσκει,
ἱεμένου φορέεσθαι ἔσω τοίχοιο κλύδωνος,
ὣς ὅγε Τυνδαρίδην φοβέων ἕπετ᾽, οὐδέ μιν εἴα
75δηθύνειν. ὃ δ᾽ ἄρ᾽ αἰὲν ἀνούτατος ἣν διὰ μῆτιν
ἀίσσων ἀλέεινεν· ἀπηνέα δ᾽ αἶψα νοήσας
πυγμαχίην, ἢ κάρτος ἀάατος, ἦ τε χερείων,
στῆ ῥ᾽ ἄμοτον καὶ χερσὶν ἐναντία χεῖρας ἔμιξεν.
ὡς δ᾽ ὅτε νήια δοῦρα θοοῖς ἀντίξοα γόμφοις
80ἀνέρες ὑληουργοὶ ἐπιβλήδην ἐλάοντες
θείνωσιν σφύρῃσιν, ἐπ᾽ ἄλλῳ δ᾽ ἄλλος ἄηται
δοῦπος ἅδην· ὣς τοῖσι παρήιά τ᾽ ἀμφοτέρωθεν
καὶ γένυες κτύπεον· βρυχὴ δ᾽ ὑπετέλλετ᾽ ὀδόντων
ἄσπετος, οὐδ᾽ ἔλληξαν ἐπισταδὸν οὐτάζοντες,
85ἔστε περ οὐλοὸν ἆσθμα καὶ ἀμφοτέρους ἐδάμασσεν.
στάντε δὲ βαιὸν ἄπωθεν ἀπωμόρξαντο μετώπων
ἱδρῶ ἅλις, καματηρὸν ἀυτμένα φυσιόωντε.
ἂψ δ᾽ αὖτις συνόρουσαν ἐναντίοι, ἠύτε ταύρω
φορβάδος ἀμφὶ βοὸς κεκοτηότε δηριάασθον.
90ἔνθα δ᾽ ἔπειτ᾽ Ἄμυκος μὲν ἐπ᾽ ἀκροτάτοισιν ἀερθείς,
βουτύπος οἷα, πόδεσσι τανύσσατο, κὰδ δὲ βαρεῖαν
χεῖρ᾽ ἐπὶ οἷ πελέμιξεν· ὃ δ᾽ ἀίξαντος ὑπέστη,
κρᾶτα παρακλίνας, ὤμῳ δ᾽ ἀνεδέξατο πῆχυν.
τυτθὸν δ᾽ ἄγχ᾽ αὐτοῖο παρὲκ γόνυ γουνὸς ἀμείβων
95κόψε μεταΐγδην ὑπὲρ οὔατος, ὀστέα δ᾽ εἴσω
ῥῆξεν· ὃ δ᾽ ἀμφ᾽ ὀδύνῃ γνὺξ ἤριπεν· οἱ δ᾽ ἰάχησαν
ἥρωες Μινύαι· τοῦ δ᾽ ἀθρόος ἔκχυτο θυμός.
|