ὣς ἄρ᾽ ἔφη· τοὺς δ᾽ εἶθαρ ἕλεν δέος εἰσαΐοντας.
δὴν δ᾽ ἔσαν ἀμφασίῃ βεβολημένοι· ὀψὲ δ᾽ ἔειπεν
410ἥρως Αἴσονος υἱὸς ἀμηχανέων κακότητι·
«ὦ γέρον, ἤδη μέν τε διίκεο πείρατ᾽ ἀέθλων
ναυτιλίης καὶ τέκμαρ, ὅτῳ στυγερὰς διὰ πέτρας
πειθόμενοι Πόντονδε περήσομεν· εἰ δέ κεν αὖτις
τάσδ᾽ ἡμῖν προφυγοῦσιν ἐς Ἑλλάδα νόστος ὀπίσσω
415ἔσσεται, ἀσπαστῶς κε παρὰ σέο καὶ τὸ δαείην.
πῶς ἔρδω, πῶς αὖτε τόσην ἁλὸς εἶμι κέλευθον,
νῆις ἐὼν ἑτάροις ἅμα νήισιν; Αἶα δὲ Κολχίς
Πόντου καὶ γαίης ἐπικέκλιται ἐσχατιῇσιν.»
ὣς φάτο· τὸν δ᾽ ὁ γεραιὸς ἀμειβόμενος προσέειπεν·
420«ὦ τέκος, εὖτ᾽ ἂν πρῶτα φύγῃς ὀλοὰς διὰ πέτρας,
θάρσει· ἐπεὶ δαίμων ἕτερον πλόον ἡγεμονεύσει
ἐξ Αἴης· μετὰ δ᾽ Αἶαν ἅλις πομπῆες ἔσονται.
ἀλλὰ, φίλοι, φράζεσθε θεᾶς δολόεσσαν ἀρωγήν
Κύπριδος. ἐκ γὰρ τῇ κλυτὰ πείρατα κεῖται ἀέθλων.
425καὶ δέ με μηκέτι τῶνδε παροιτέρω ἐξερέεσθε.»
ὣς φάτ᾽ Ἀγηνορίδης· ἐπὶ δὲ σχεδὸν υἱέε δοιώ
Θρηικίου Βορέαο κατ᾽ αἰθέρος ἀίξαντε
οὐδῷ ἔπι κραιπνοὺς ἔβαλον πόδας· οἱ δ᾽ ἀνόρουσαν
ἐξ ἑδέων ἥρωες, ὅπως παρεόντας ἴδοντο.
430Ζήτης δ᾽ ἱεμένοισιν, ἔτ᾽ ἄσπετον ἐκ καμάτοιο
ἆσθμ᾽ ἀναφυσιόων, μετεφώνεεν, ὅσσον ἄπωθεν
ἤλασαν, ἠδ᾽ ὡς Ἶρις ἐρύκακε τάσδε δαΐξαι,
ὅρκιά τ᾽ εὐμενέουσα θεὰ πόρεν, αἳ δ᾽ ὑπέδυσαν
δείματι Δικταίης περιώσιον ἄντρον ἐρίπνης.
435γηθόσυνοι δἤπειτα δόμοις ἔνι πάντες ἑταῖροι
αὐτός τ᾽ ἀγγελίῃ Φινεὺς πέλεν. ὦκα δὲ τόνγε
Αἰσονίδης περιπολλὸν ἐυφρονέων προσέειπεν·
«ἦ ἄρα δή τις ἔην, Φινεῦ, θεός, ὃς σέθεν ἄτης
κήδετο λευγαλέης, καὶ δ᾽ ἡμέας αὖθι πέλασσεν
440τηλόθεν, ὄφρα τοι υἷες ἀμύνειαν Βορέαο·
εἰ δὲ καὶ ὀφθαλμοῖσι φόως πόροι, ἦ τ᾽ ἂν ὀίω
γηθήσειν, ὅσον εἴπερ ὑπότροπος οἴκαδ᾽ ἱκοίμην.»
ὣς ἔφατ᾽· αὐτὰρ ὃ τόνγε κατηφήσας προσέειπεν·
«Αἰσονίδη, τὸ μὲν οὐ παλινάγρετον οὐδέ τι μῆχος
445ἔστ᾽ ὀπίσω· κενεαὶ γὰρ ὑποσμύχονται ὀπωπαί.
ἀντὶ δὲ τοῦ θάνατόν μοι ἄφαρ θεὸς ἐγγυαλίξαι,
καί τε θανὼν πάσῃσι μετέσσομαι ἀγλαΐῃσιν.»
ὣς τώγ᾽ ἀλλήλοισι παραβλήδην ἀγόρευον.
αὐτίκα δ᾽ οὐ μετὰ δηρὸν ἀμειβομένων ἐφαάνθη
450Ἠριγενής· τὸν δ᾽ ἀμφὶ περικτίται ἠγερέθοντο
ἀνέρες, οἳ καὶ πρόσθεν ἐπ᾽ ἤματι κεῖσε θάμιζον,
αἰὲν ὁμῶς φορέοντες ἑῆς ἀπὸ μοῖραν ἐδωδῆς.
τοῖς ὁ γέρων πάντεσσιν, ὅτις καὶ ἀφαυρὸς ἵκοιτο,
ἔχραεν ἐνδυκέως, πολέων δ᾽ ἀπὸ πήματ᾽ ἔλυσεν
455μαντοσύνῃ· τὼ καί μιν ἐποιχόμενοι κομέεσκον.
σὺν τοῖσιν δ᾽ ἵκανε Παραίβιος, ὅς ῥά οἱ ἦεν
φίλτατος· ἀσπάσιος δὲ δόμοις ἔνι τούσγ᾽ ἐνόησεν.
πρὶν γὰρ δή νύ ποτ᾽ αὐτὸς ἀριστήων στόλον ἀνδρῶν
Ἑλλάδος ἐξανιόντα μετὰ πτόλιν Αἰήταο
460πείσματ᾽ ἀνάψεσθαι μυθήσατο Θυνίδι γαίῃ,
οἵ τέ οἱ Ἁρπυίας Διόθεν σχήσουσιν ἰούσας.
|