ὣς φάτο, καὶ τοίων μὲν ἐλώφεον αὐτίκα μύθων,
εἰρεσίῃ δ᾽ ἀλίαστον ἔχον πόνον· αἶψα δὲ τοίγε
650Ῥήβαν ὠκυρόην ποταμὸν σκόπελόν τε Κολώνης,
ἄκρην δ᾽ οὐ μετὰ δηθὰ παρεξενέοντο Μέλαιναν,
τῇ δ᾽ ἄρ᾽ ἐπὶ προχοὰς Φυλληίδας, ἔνθα πάροιθεν
Διψακὸς υἷ᾽ Ἀθάμαντος ἑοῖς ὑπέδεκτο δόμοισιν,
ὁππόθ᾽ ἅμα κριῷ φεῦγε πτόλιν Ὀρχομενοῖο·
655τίκτε δέ μιν νύμφη λειμωνιάς· οὐδέ οἱ ὕβρις
ἥνδανεν, ἀλλ᾽ ἐθελημὸς ἐφ᾽ ὕδασι πατρὸς ἑοῖο
μητέρι συνναίεσκεν ἐπάκτια πώεα φέρβων.
τοῦ μέν θ᾽ ἱερὸν αἶψα καὶ εὐρείας ποταμοῖο
ἠιόνας πεδίον τε, βαθυρρείοντά τε Κάλπην
660δερκόμενοι παράμειβον, ὁμῶς δ᾽ ἐπὶ ἤματι νύκτα
νήνεμον ἀκαμάτῃσιν ἐπερρώοντ᾽ ἐλάτῃσιν.
οἷον δὲ πλαδόωσαν ἐπισχίζοντες ἄρουραν
ἐργατίναι μογέουσι βόες, περὶ δ᾽ ἄσπετος ἱδρώς
εἴβεται ἐκ λαγόνων τε καὶ αὐχένος· ὄμματα δέ σφιν
665λοξὰ παραστρωφῶνται ὑπὸ ζυγοῦ· αὐτὰρ ἀυτμή
αὐαλέη στομάτων ἄμοτον βρέμει· οἳ δ᾽ ἐνὶ γαίῃ
χηλὰς σκηρίπτοντε πανημέριοι πονέονται·
τοῖς ἴκελοι ἥρωες ὑπὲξ ἁλὸς εἷλκον ἐρετμά.
ἦμος δ᾽ οὔτ᾽ ἄρ πω φάος ἄμβροτον, οὔτ᾽ ἔτι λίην
670ὀρφναίη πέλεται, λεπτὸν δ᾽ ἐπιδέδρομε νυκτί
φέγγος, ὅτ᾽ ἀμφιλύκην μιν ἀνεγρόμενοι καλέουσιν,
τῆμος ἐρημαίης νήσου λιμέν᾽ εἰσελάσαντες
Θυνιάδος, καμάτῳ πολυπήμονι βαῖνον ἔραζε.
τοῖσι δὲ Λητοῦς υἱός, ἀνερχόμενος Λυκίηθεν
675τῆλ᾽ ἐπ᾽ ἀπείρονα δῆμον Ὑπερβορέων ἀνθρώπων,
ἐξεφάνη· χρύσεοι δὲ παρειάων ἑκάτερθεν
πλοχμοὶ βοτρυόεντες ἐπερρώοντο κιόντι·
λαιῇ δ᾽ ἀργύρεον νώμα βιόν, ἀμφὶ δὲ νώτοις
ἰοδόκη τετάνυστο κατωμαδόν· ἡ δ᾽ ὑπὸ ποσσίν
680σείετο νῆσος ὅλη, κλύζεν δ᾽ ἐπὶ κύματα χέρσῳ.
τοὺς δ᾽ ἕλε θάμβος ἰδόντας ἀμήχανον· οὐδέ τις ἔτλη
ἀντίον αὐγάσσασθαι ἐς ὄμματα καλὰ θεοῖο.
στὰν δὲ κάτω νεύσαντες ἐπὶ χθονός· αὐτὰρ ὃ τηλοῦ
βῆ ῥ᾽ ἴμεναι πόντονδε δι᾽ ἠέρος· ὀψὲ δὲ τοῖον
685Ὀρφεὺς ἔκφατο μῦθον ἀριστήεσσι πιφαύσκων·
«εἰ δ᾽ ἄγε δὴ νῆσον μὲν Ἑωίου Ἀπόλλωνος
τήνδ᾽ ἱερὴν κλείωμεν, ἐπεὶ πάντεσσι φαάνθη
ἠῷος μετιών· τὰ δὲ ῥέξομεν, οἷα πάρεστιν,
βωμὸν ἀναστήσαντες ἐπάκτιον. εἰ δ᾽ ἂν ὀπίσσω
690γαῖαν ἐς Αἱμονίην ἀσκηθέα νόστον ὀπάσσῃ,
δὴ τότε οἱ κεραῶν ἐπὶ μηρία θήσομεν αἰγῶν.
νῦν δ᾽ αὔτως κνίσῃ λοιβῇσί τε μειλίξασθαι
κέκλομαι. ἀλλ᾽ ἵληθι, ἄναξ, ἵληθι φαανθείς.»
ὣς ἄρ᾽ ἔφη· καὶ τοὶ μὲν ἄφαρ βωμὸν τετύκοντο
695χερμάσιν· οἳ δ᾽ ἀνὰ νῆσον ἐδίνεον ἐξερέοντες,
εἴ κέ τιν᾽ ἢ κεμάδων, ἢ ἀγροτέρων ἐσίδοιεν
αἰγῶν, οἷά τε πολλὰ βαθείῃ βόσκεται ὕλῃ.
τοῖσι δὲ Λητοΐδης ἄγρην πόρεν· ἐκ δέ νυ πάντων
εὐαγέως ἱερῷ ἀνὰ διπλόα μηρία βωμῷ
700καῖον, ἐπικλείοντες Ἑώιον Ἀπόλλωνα.
ἀμφὶ δὲ δαιομένοις εὐρὺν χορὸν ἐστήσαντο,
καλὸν Ἰηπαιήον᾽ Ἰηπαιήονα Φοῖβον
μελπόμενοι· σὺν δέ σφιν ἐὺς πάις Οἰάγροιο
Βιστονίῃ φόρμιγγι λιγείης ἦρχεν ἀοιδῆς·
705ὥς ποτε πετραίῃ ὑπὸ δειράδι Παρνησσοῖο
Δελφύνην τόξοισι πελώριον ἐξενάριξεν,
κοῦρος ἐὼν ἔτι γυμνός, ἔτι πλοκάμοισι γεγηθώς.
ἱλήκοις· αἰεί τοι, ἄναξ, ἄτμητοι ἔθειραι,
αἰὲν ἀδήλητοι· τὼς γὰρ θέμις. οἰόθι δ᾽ αὐτή
710Λητὼ Κοιογένεια φίλαις ἐνὶ χερσὶν ἀφάσσει.
πολλὰ δὲ Κωρύκιαι νύμφαι, Πλείστοιο θύγατρες,
θαρσύνεσκον ἔπεσσιν, Ἰήιε κεκληγυῖαι·
ἔνθεν δὴ τόδε καλὸν ἐφύμνιον ἔπλετο Φοίβῳ.
αὐτὰρ ἐπειδὴ τόνγε χορείῃ μέλψαν ἀοιδῇ,
715λοιβαῖς εὐαγέεσσιν ἐπώμοσαν, ἦ μὲν ἀρήξειν
ἀλλήλοις εἰσαιὲν ὁμοφροσύνῃσι νόοιο,
ἁπτόμενοι θυέων. καί τ᾽ εἰσέτι νῦν γε τέτυκται
κεῖσ᾽ Ὁμονοίης ἱρὸν ἐύφρονος, ὅ ρ᾽ ἐκάμοντο
αὐτοὶ κυδίστην τότε δαίμονα πορσαίνοντες.
|