καὶ δὴ Παρθενίοιο ῥοὰς ἁλιμυρήεντος,
πρηϋτάτου ποταμοῦ, παρεμέτρεον, ᾧ ἔνι κούρη
Λητωίς, ἄγρηθεν ὅτ᾽ οὐρανὸν εἰσαναβαίνῃ,
ὃν δέμας ἱμερτοῖσιν ἀναψύχει ὑδάτεσσιν.
940νυκτὶ δ᾽ ἔπειτ᾽ ἄλληκτον ἐπιπροτέρωσε θέοντες
Σήσαμον αἰπεινούς τε παρεξενέοντ᾽ Ἐρυθίνους,
Κρωβίαλον, Κρῶμνάν τε καὶ ὑλήεντα Κύτωρον.
ἔνθεν δ᾽ αὖτε Κάραμβιν ἅμ᾽ ἠελίοιο βολῇσιν
γνάμψαντες, παρὰ πουλὺν ἔπειτ᾽ ἤλαυνον ἐρετμοῖς
945Αἰγιαλὸν πρόπαν ἦμαρ ὁμῶς καὶ ἐπ᾽ ἤματι νύκτα.
αὐτίκα δ᾽ Ἀσσυρίης ἐπέβαν χθονός, ἔνθα Σινώπην,
θυγατέρ᾽ Ἀσωποῖο, καθίσσατο, καί οἱ ὄπασσεν
παρθενίην Ζεὺς αὐτός, ὑποσχεσίῃσι δολωθείς.
δὴ γὰρ ὃ μὲν φιλότητος ἐέλδετο· νεῦσε δ᾽ ὅγ᾽ αὐτῇ
950δωσέμεναι, ὅ κεν ᾗσι μετὰ φρεσὶν ἰθύσειεν.
ἣ δέ ἑ παρθενίην ᾐτήσατο κερδοσύνῃσιν.
ὣς δὲ καὶ Ἀπόλλωνα παρήπαφεν εὐνηθῆναι
ἱέμενον, ποταμόν τ᾽ ἐπὶ τοῖς Ἅλυν· οὐδὲ μὲν ἀνδρῶν
τήνγε τις ἱμερτῇσιν ἐν ἀγκοίνῃσι δάμασσεν.
955ἔνθα δὲ Τρικκαίοιο ἀγαυοῦ Δηιμάχοιο
υἷες, Δηιλέων τε καὶ Αὐτόλυκος Φλογίος τε
τῆμος ἔθ᾽, Ἡρακλῆος ἀποπλαγχθέντες, ἔναιον·
οἵ ῥα τόθ᾽, ὡς ἐνόησαν ἀριστήων στόλον ἀνδρῶν,
σφᾶς αὐτοὺς νημερτὲς ἐπέφραδον ἀντιάσαντες·
960οὐδ᾽ ἔτι μιμνάζειν θέλον ἔμπεδον, ἀλλ᾽ ἐνὶ νηί,
ἀργεστᾶο παρᾶσσον ἐπιπνείοντος, ἔβησαν.
τοῖσι δ᾽ ὁμοῦ μετέπειτα θοῇ πεφορημένοι αὔρῃ
λεῖπον Ἅλυν ποταμόν, λεῖπον δ᾽ ἀγχίρροον Ἶριν
ἠδὲ καὶ Ἀσσυρίης πρόχυσιν χθονός· ἤματι δ᾽ αὐτῷ
965γνάμψαν Ἀμαζονίδων ἕκαθεν λιμενήοχον ἄκρην.
ἔνθα ποτὲ προμολοῦσαν Ἀρητιάδα Μελανίππην
ἥρως Ἡρακλέης ἐλοχήσατο, καί οἱ ἄποινα
Ἱππολύτη ζωστῆρα παναίολον ἐγγυάλιξεν
ἀμφὶ κασιγνήτης· ὃ δ᾽ ἀπήμονα πέμψεν ὀπίσσω.
970τῆς οἵγ᾽ ἐν κόλπῳ, προχοῇς ἔπι Θερμώδοντος,
κέλσαν, ἐπεὶ καὶ πόντος ὀρίνετο νισσομένοισιν.
τῷ δ᾽ οὔ τις ποταμῶν ἐναλίγκιος, οὐδὲ ῥέεθρα
τόσσ᾽ ἐπὶ γαῖαν ἵησι παρὲξ ἕθεν ἄνδιχα βάλλων.
τετράδος εἰς ἑκατὸν δεύοιτό κεν, εἴ τις ἕκαστα
975πεμπάζοι· μία δ᾽ οἴη ἐτήτυμος ἔπλετο πηγή.
ἣ μέν τ᾽ ἐξ ὀρέων κατανίσσεται ἤπειρόνδὲ
ὑψηλῶν, ἅ τέ φασιν Ἀμαζόνια κλείεσθαι.
ἔνθεν δ᾽ αἰπυτέρην ἐπικίδναται ἔνδοθι γαῖαν
ἀντικρύ· τὼ καί οἱ ἐπίστροφοί εἰσι κέλευθοι·
980αἰεὶ δ᾽ ἄλλυδις ἄλλη, ὅπῃ κύρσειε μάλιστα
ἠπείρου χθαμαλῆς, εἱλίσσεται· ἣ μὲν ἄπωθεν,
ἣ δὲ πέλας· πολέες δὲ πόροι νώνυμνοι ἔασιν,
ὅππῃ ὑπεξαφύονται· ὃ δ᾽ ἀμφαδὸν ἄμμιγα παύροις
Πόντον ἐς Ἄξεινον κυρτὴν ὑπερεύγεται ἄκρην.
985καί νύ κε δηθύνοντες Ἀμαζονίδεσσιν ἔμιξαν
ὑσμίνην, καὶ δ᾽ οὔ κεν ἀναιμωτί γ᾽ ἐρίδηναν, —
οὐ γὰρ Ἀμαζονίδες μάλ᾽ ἐπήτιδες, οὐδὲ θέμιστας
τίουσαι πεδίον Δοιάντιον ἀμφενέμοντο·
ἀλλ᾽ ὕβρις στονόεσσα καὶ Ἄρεος ἔργα μεμήλει·
990δὴ γὰρ καὶ γενεὴν ἔσαν Ἄρεος Ἁρμονίης τε
νύμφης, ἥ τ᾽ Ἄρηι φιλοπτολέμους τέκε κούρας,
ἄλσεος Ἀκμονίοιο κατὰ πτύχας εὐνηθεῖσα—
εἰ μὴ ἄρ᾽ ἐκ Διόθεν πνοιαὶ πάλιν ἀργεστᾶο
ἤλυθον. ἣ δ᾽ ἀνέμῳ περιηγέα κάλλιπεν ἀκτήν,
995ἔνθα Θεμισκύρειαι Ἀμαζόνες ὡπλίζοντο.
οὐ γὰρ ὁμηγερέες μίαν ἂμ πόλιν, ἀλλ᾽ ἀνὰ γαῖαν
κεκριμέναι κατὰ φῦλα διάτριχα ναιετάασκον·
νόσφι μὲν αἵδ᾽ αὐταί, τῇσιν τότε κοιρανέεσκεν
Ἱππολύτη, νόσφιν δὲ Λυκάστιαι ἀμφενέμοντο,
1000νόσφι δ᾽ ἀκοντοβόλοι Χαδήσιαι. ἤματι δ᾽ ἄλλῳ
νυκτί τ᾽ ἐπιπλομένῃ Χαλύβων παρὰ γαῖαν ἵκοντο.
|