1140τὸν δ᾽ Ἄργος προσέειπεν ἀμηχανέων κακότητι·
«Αἰολίδην Φρίξον τιν᾽ ἀφ᾽ Ἑλλάδος Αἶαν ἱκέσθαι
ἀτρεκέως, δοκέω, που ἀκούετε καὶ πάρος αὐτοί,
Φρίξον, ὅτις πτολίεθρον ἀνήλυθεν Αἰήταο,
κριοῦ ἐπαμβεβαώς, τόν ῥα χρύσειον ἔθηκεν
1145Ἑρμείας· κῶας δὲ καὶ εἰσέτι νῦν κεν ἴδοισθε
πεπτάμενον λασίοισιν ἐπὶ δρυὸς ἀκρεμόνεσσιν.
τὸν μὲν ἔπειτ᾽ ἔρρεξεν ἑαῖς ὑποθημοσύνῃσιν
Φυξίῳ ἐκ πάντων Κρονίδῃ Διί. καί μιν ἔδεκτο
Αἰήτης μεγάρῳ, κούρην τέ οἱ ἐγγυάλιξεν
Χαλκιόπην ἀνάεδνον ἐυφροσύνῃσι νόοιο.
1150τῶν ἐξ ἀμφοτέρων εἰμὲν γένος. ἀλλ᾽ ὃ μὲν ἤδη
γηραιὸς θάνε Φρίξος ἐν Αἰήταο δόμοισιν·
ἡμεῖς δ᾽ αὐτίκα πατρὸς ἐφετμάων ἀλέγοντες
νεύμεθ᾽ ἐς Ὀρχομενὸν κτεάνων Ἀθάμαντος ἕκητι.
εἰ δὲ καὶ οὔνομα δῆθεν ἐπιθύεις δεδαῆσθαι,
1155τῷδε Κυτίσωρος πέλει οὔνομα, τῷ δέ τε Φρόντις,
τῷ δὲ Μέλας· ἐμὲ δ᾽ αὐτὸν ἐπικλείοιτέ κεν Ἄργον.»
ὣς φάτ᾽· ἀριστῆες δὲ συνηβολίῃ κεχάροντο,
καί σφεας ἀμφίεπον περιθαμβέες. αὐτὰρ Ἰήσων
ἐξαῦτις κατὰ μοῖραν ἀμείψατο τοῖσδ᾽ ἐπέεσσιν·
1160«ἦ ἄρα δὴ γνωτοὶ πατρώιοι ἄμμιν ἐόντες
λίσσεσθ᾽ εὐμενέοντας ἐπαρκέσσαι κακότητα.
Κρηθεὺς γάρ ῥ᾽ Ἀθάμας τε κασίγνητοι γεγάασιν.
Κρηθῆος δ᾽ υἱωνὸς ἐγὼ σὺν τοισίδ᾽ ἑταίροις
Ἑλλάδος ἐξ αὐτῆς νέομ᾽ ἐς πόλιν Αἰήταο.
1165ἀλλὰ τὰ μὲν καὶ ἐσαῦτις ἐνίψομεν ἀλλήλοισιν.
νῦν δ᾽ ἕσσασθε πάροιθεν. ὑπ᾽ ἐννεσίῃσιν ὀίω
ἀθανάτων ἐς χεῖρας ἐμὰς χατέοντας ἱκέσθαι.»
ἦ ῥα, καὶ ἐκ νηὸς δῶκέ σφισιν εἵματα δῦναι.
πασσυδίῃ δἤπειτα κίον μετὰ νηὸν Ἄρηος,
1170μῆλ᾽ ἱερευσόμενοι. περὶ δ᾽ ἐσχάρῃ ἐστήσαντο
ἐσσυμένως, ἥ τ᾽ ἐκτὸς ἀνηρεφέος πέλε νηοῦ
στιάων· εἴσω δὲ μέλας λίθος ἠρήρειστο
ἱερός, ᾧ ποτε πᾶσαι Ἀμαζόνες εὐχετόωντο.
οὐδέ σφιν θέμις ἦεν, ὅτ᾽ ἀντιπέρηθεν ἵκοντο,
1175μήλων τ᾽ ἠδὲ βοῶν τῇδ᾽ ἐσχάρῃ ἱερὰ καίειν·
ἀλλ᾽ ἵππους δαίτρευον, ἐπηετανὸν κομέουσαι.
αὐτὰρ ἐπεὶ ῥέξαντες ἐπαρτέα δαῖτ᾽ ἐπάσαντο,
δὴ τότ᾽ ἄρ᾽ Αἰσονίδης μετεφώνεεν, ἦρχέ τε μύθων·
«Ζεὺς ἀτενὲς τὰ ἕκαστ᾽ ἐπιδέρκεται· οὐδέ μιν ἄνδρες
1180λήθομεν ἔμπεδον, οἵ τε θεουδέες, οὐδὲ δίκαιοι·
ὣς μὲν γὰρ πατέρ᾽ ὑμὸν ὑπεξείρυτο φόνοιο
μητρυιῆς, καὶ νόσφιν ἀπειρέσιον πόρεν ὄλβον,
ὣς δὲ καὶ ὑμέας αὖτις ἀπήμονας ἐξεσάωσεν
χείματος οὐλομένοιο. πάρεστι δὲ τῆσδ᾽ ἐπὶ νηός
1185ἔνθα καὶ ἔνθα νέεσθαι, ὅπῃ φίλον, εἴτε μετ᾽ Αἶαν,
εἴτε μετ᾽ ἀφνειὴν θείου πόλιν Ὀρχομενοῖο.
τὴν γὰρ Ἀθηναίη τεχνήσατο, καὶ τάμε χαλκῷ
δούρατα Πηλιάδος κορυφῆς πέρι· σὺν δέ οἱ Ἄργος
τεῦξεν. ἀτὰρ κείνην γε κακὸν διὰ κῦμ᾽ ἐκέδασσεν,
1190πρὶν καὶ πετράων σχεδὸν ἐλθεῖν, αἵ τ᾽ ἐνὶ πόντῳ
στεινωπῷ συνίασι πανήμεροι ἀλλήλῃσιν.
ἀλλ᾽ ἄγεθ᾽ ὧδε καὶ αὐτοὶ ἐς Ἑλλάδα μαιομένοισιν
κῶας ἄγειν χρύσειον ἐπίρροθοι ἄμμι πέλεσθε
καὶ πλόου ἡγεμονῆες, ἐπεὶ Φρίξοιο θυηλάς
1195στέλλομαι ἀλθήσων, Ζηνὸς χόλον Αἰολίδῃσιν.»
|