ἴσκε παρηγορέων· οἳ δ᾽ ἔστυγον εἰσαΐοντες.
οὐ γὰρ ἔφαν τεύξεσθαι ἐνηέος Αἰήταο
κῶας ἄγειν κριοῖο μεμαότας. ὧδε δ᾽ ἔειπεν
Ἄργος, ἀτεμβόμενος τοῖον στόλον ἀμφιπένεσθαι·
1200«ὦ φίλοι, ἡμέτερον μὲν ὅσον σθένος, οὔποτ᾽ ἀρωγῆς
σχήσεται, οὐδ᾽ ἠβαιόν, ὅτε χρειώ τις ἵκηται.
ἀλλ᾽ αἰνῶς ὀλοῇσιν ἀπηνείῃσιν ἄρηρεν
Αἰήτης. τὼ καὶ περιδείδια ναυτίλλεσθαι.
στεῦται δ᾽ Ἠελίου γόνος ἔμμεναι· ἀμφὶ δὲ Κόλχων
1205ἔθνεα ναιετάουσιν ἀπείρονα· καὶ δέ κεν Ἄρει
σμερδαλέην ἐνοπὴν μέγα τε σθένος ἰσοφαρίζοι.
οὐ μὰν οὐδ᾽ ἀπάνευθεν ἑλεῖν δέρος Αἰήταο
ῥηίδιον· τοῖός μιν ὄφις περί τ᾽ ἀμφί τ᾽ ἔρυται
ἀθάνατος καὶ ἄυπνος, ὃν αὐτὴ Γαῖ᾽ ἀνέφυσεν
1210Καυκάσου ἐν κνημοῖσι, Τυφαονίη ὅθι πέτρη,
ἔνθα Τυφάονά φασι Διὸς Κρονίδαο κεραυνῷ
βλήμενον, ὁππότε οἱ στιβαρὰς ἐπορέξατο χεῖρας,
θερμὸν ἀπὸ κρατὸς στάξαι φόνον· ἵκετο δ᾽ αὔτως
οὔρεα καὶ πεδίον Νυσήιον, ἔνθ᾽ ἔτι νῦν περ
1215κεῖται ὑποβρύχιος Σερβωνίδος ὕδασι λίμνης.»
ὣς ἄρ᾽ ἔφη. πολέεσσι δ᾽ ἐπὶ χλόος εἷλε παρειάς
αὐτίκα, τοῖον ἄεθλον ὅτ᾽ ἔκλυον. αἶψα δὲ Πηλεὺς
θαρσαλέοις ἐπέεσσιν ἀμείψατο, φώνησέν τε·
«μὴ δ᾽ οὕτως, ἠθεῖε, λίην δειδίσσεο θυμῷ.
1220οὔτε γὰρ ὧδ᾽ ἀλκὴν ἐπιδευόμεθ᾽, ὥστε χερείους
ἔμμεναι Αἰήταο σὺν ἔντεσι πειρηθῆναι.
ἀλλὰ καὶ ἡμέας οἴω ἐπισταμένους πολέμοιο
κεῖσε μολεῖν, μακάρων σχεδὸν αἵματος ἐκγεγαῶτας.
τὼ εἰ μὴ φιλότητι δέρος χρύσειον ὀπάσσει,
1225οὔ οἱ χραισμήσειν ἐπιέλπομαι ἔθνεα Κόλχων.»
ὣς οἵγ᾽ ἀλλήλοισιν ἀμοιβαδὸν ἠγορόωντο,
μέσφ᾽ αὖτις δόρποιο κορεσσάμενοι κατέδαρθεν.
ἦρι δ᾽ ἀνεγρομένοισιν ἐυκραὴς ἄεν οὖρος.
|