ΒΙΒΛΙΟΝ Γ’
Εἰ δ᾽ ἄγε νῦν, Ἐρατώ, παρά θ᾽ ἵστασο καί μοι ἐνίσπες,
ἔνθεν ὅπως ἐς Ἰωλκὸν ἀνήγαγε κῶας Ἰήσων
Μηδείης ὑπ᾽ ἔρωτι. σὺ γὰρ καὶ Κύπριδος αἶσαν
ἔμμορες, ἀδμῆτας δὲ τεοῖς μελεδήμασι θέλγεις
5παρθενικάς· τὼ καί τοι ἐπήρατον οὔνομ᾽ ἀνῆπται.
ὣς οἳ μὲν πυκινοῖσιν ἀνωίστως δονάκεσσιν
μίμνον ἀριστῆες λελοχημένοι. αἳ δ᾽ ἐνόησαν
Ἥρη Ἀθηναίη τε· Διὸς δ᾽ αὐτοῖο καὶ ἄλλων
ἀθανάτων ἀπονόσφι θεῶν θάλαμόνδε κιοῦσαι
10βούλευον· πείραζε δ᾽ Ἀθηναίην πάρος Ἥρη·
«αὐτὴ νῦν προτέρη, θύγατερ Διός, ἄρχεο βουλῆς.
τί χρέος; ἠὲ δόλον τινὰ μήσεαι, ᾧ κεν ἑλόντες
χρύσεον Αἰήταο μεθ᾽ Ἑλλάδα κῶας ἄγοιντο,
ἦ καὶ τόνγ᾽ ἐπέεσσι παραιφάμενοι πεπίθοιεν
15μειλιχίοις; ἦ γὰρ ὃγ᾽ ὑπερφίαλος πέλει αἰνῶς.
ἔμπης δ᾽ οὔ τινα πεῖραν ἀποτρωπᾶσθαι ἔοικεν.»
ὣς φάτο· τὴν δὲ παράσσον Ἀθηναίη προσέειπεν·
«καὶ δ᾽ αὐτὴν ἐμὲ τοῖα μετὰ φρεσὶν ὁρμαίνουσαν,
Ἥρη, ἀπηλεγέως ἐξείρεαι. ἀλλά τοι οὔπω
20φράσσασθαι νοέω τοῦτον δόλον, ὅστις ὀνήσει
θυμὸν ἀριστήων· πολέας δ᾽ ἐπεδοίασα βουλάς.»
ἦ, καὶ ἐπ᾽ οὔδεος αἵγε ποδῶν πάρος ὄμματ᾽ ἔπηξαν,
ἄνδιχα πορφύρουσαι ἐνὶ σφίσιν. αὐτίκα δ᾽ Ἥρη
τοῖον μητιόωσα παροιτέρη ἔκφατο μῦθον·
25«δεῦρ᾽ ἴομεν μετὰ Κύπριν· ἐπιπλόμεναι δέ μιν ἄμφω
παιδὶ ἑῷ εἰπεῖν ὀτρύνομεν, αἴ κε πίθηται
κούρην Αἰήτεω πολυφάρμακον οἷσι βέλεσσιν
θέλξαι ὀιστεύσας ἐπ᾽ Ἰήσονι. τὸν δ᾽ ἂν ὀίω
κείνης ἐννεσίῃσιν ἐς Ἑλλάδα κῶας ἀνάξειν.»
30ὣς ἄρ᾽ ἔφη. πυκινὴ δὲ συνεύαδε μῆτις Ἀθήνῃ,
καί μιν ἔπειτ᾽ ἐξαῦτις ἀμείβετο μειλιχίοισιν·
«Ἥρη, νήιδα μέν με πατὴρ τέκε τοῖο βολάων,
οὐδέ τινα χρειὼ θελκτήριον οἶδα πόθοιο.
εἰ δέ σοὶ αὐτῇ μῦθος ἐφανδάνει, ἦ τ᾽ ἂν ἔγωγε
35ἑσποίμην· σὺ δέ κεν φαίης ἔπος ἀντιόωσα.»
|