ὣς ηὔδα· Κύπριν δ᾽ ἐνεοστασίη λάβε μύθων.
ἅζετο δ᾽ ἀντομένην Ἥρην ἕθεν εἰσορόωσα,
καί μιν ἔπειτ᾽ ἀγανοῖσι προσέννεπεν ἥγ᾽ ἐπέεσσιν·
«πότνα θεά, μή τοι τι κακώτερον ἄλλο πέλοιτο
80Κύπριδος, εἰ δὴ σεῖο λιλαιομένης ἀθερίζω
ἢ ἔπος ἠέ τι ἔργον, ὅ κεν χέρες αἵγε κάμοιεν
ἠπεδαναί· καὶ μή τις ἀμοιβαίη χάρις ἔστω.»
ὣς ἔφαθ᾽· Ἥρη δ᾽ αὖτις ἐπιφραδέως ἀγόρευσεν·
«οὔτι βίης χατέουσαι ἱκάνομεν, οὐδέ τι χειρῶν.
85ἀλλ᾽ αὔτως ἀκέουσα τεῷ ἐπικέκλεο παιδί
παρθένον Αἰήτεω θέλξαι πόθῳ Αἰσονίδαο.
εἰ γάρ οἱ κείνη συμφράσσεται εὐμενέουσα,
ῥηιδίως μιν ἑλόντα δέρος χρύσειον ὀίω
νοστήσειν ἐς Ἰωλκόν· ἐπεὶ δολόεσσα τέτυκται.»
90ὣς ἄρ᾽ ἔφη· Κύπρις δὲ μετ᾽ ἀμφοτέρῃσιν ἔειπεν·
«Ἥρη, Ἀθηναίη τε, πίθοιτό κεν ὔμμι μάλιστα,
ἢ ἐμοί. ὑμείων γὰρ ἀναιδήτῳ περ ἐόντι
τυτθή γ᾽ αἰδὼς ἔσσετ᾽ ἐν ὄμμασιν· αὐτὰρ ἐμεῖο
οὐκ ὄθεται, μάλα δ᾽ αἰὲν ἐριδμαίνων ἀθερίζει.
95καὶ δή οἱ μενέηνα, περισχομένη κακότητι,
αὐτοῖσιν τόξοισι δυσηχέας ἆξαι ὀιστοὺς
ἀμφαδίην. τοῖον γὰρ ἐπηπείλησε χαλεφθείς,
εἰ μὴ τηλόθι χεῖρας, ἕως ἔτι θυμὸν ἐρύκει,
ἕξω ἐμάς, μετέπειτά γ᾽ ἀτεμβοίμην ἑοῖ αὐτῇ.»
100ὣς φάτο· μείδησαν δὲ θεαί, καὶ ἐσέδρακον ἄντην
ἀλλήλαις. ἣ δ᾽ αὖτις ἀκηχεμένη προσέειπεν·
«ἄλλοις ἄλγεα τἀμὰ γέλως πέλει· οὐδέ τί με χρή
μυθεῖσθαι πάντεσσιν. ἅλις εἰδυῖα καὶ αὐτή.
νῦν δ᾽ ἐπεὶ ὔμμι φίλον τόδε δὴ πέλει ἀμφοτέρῃσιν,
105πειρήσω, καί μιν μειλίξομαι· οὐδ᾽ ἀπιθήσει.»
ὣς φάτο· τὴν δ᾽ Ἥρη ῥαδινῆς ἐπεμάσσατο χειρός,
ἦκα δὲ μειδιόωσα παραβλήδην προσέειπεν·
«οὕτω νῦν, Κυθέρεια, τόδε χρέος, ὡς ἀγορεύεις,
ἔρξον ἄφαρ· καὶ μή τι χαλέπτεο, μηδ᾽ ἐρίδαινε
110χωομένη σῷ παιδί· μεταλλήξει γὰρ ὀπίσσω.»
|