φῆ ῥα χαλεψάμενος· μέγα δὲ φρένες Αἰακίδαο
νειόθεν οἰδαίνεσκον· ἐέλδετο δ᾽ ἔνδοθι θυμός
ἀντιβίην ὀλοὸν φάσθαι ἔπος. ἀλλ᾽ ἀπέρυκεν
385Αἰσονίδης. πρὸ γὰρ αὐτὸς ἀμείψατο μειλιχίοισιν·
«Αἰήτη, σχέο μοι τῷ δὲ στόλῳ. οὔ τι γὰρ αὔτως
ἄστυ τεὸν καὶ δώμαθ᾽ ἱκάνομεν, ὥς που ἔολπας,
οὐδὲ μὲν ἱέμενοι. τίς δ᾽ ἂν τόσον οἶδμα περῆσαι
τλαίη ἑκὼν ὀθνεῖον ἐπὶ κτέρας; ἀλλά με δαίμων
390καὶ κρυερὴ βασιλῆος ἀτασθάλου ὦρσεν ἐφετμή.
δὸς χάριν ἀντομένοισι· σέθεν δ᾽ ἐγὼ Ἑλλάδι πάσῃ
θεσπεσίην οἴσω κληηδόνα· καὶ δέ τοι ἤδη
πρόφρονές εἰμεν ἄρηι θοὴν ἀποτῖσαι ἀμοιβήν,
εἴτ᾽ οὖν Σαυρομάτας γε λιλαίεαι, εἴτε τιν᾽ ἄλλον
395δῆμον σφωιτέροισιν ὑπὸ σκήπτροισι δαμάσσαι.»
ἴσκεν ὑποσσαίνων ἀγανῇ ὀπί. τοῖο δὲ θυμός
διχθαδίην πόρφυρεν ἐνὶ στήθεσσι μενοινήν,
ἤ σφεας ὁρμηθεὶς αὐτοσχεδὸν ἐξεναρίζοι,
ἦ ὅγε πειρήσαιτο βίης. τό οἱ εἴσατ᾽ ἄρειον
400φραζομένῳ· καὶ δή μιν ὑποβλήδην προσέειπεν·
«ξεῖνε, τί κεν τὰ ἕκαστα διηνεκέως ἀγορεύοις;
εἰ γὰρ ἐτήτυμόν ἐστε θεῶν γένος, ἠὲ καὶ ἄλλως
οὐδὲν ἐμεῖο χέρηες ἐπ᾽ ὀθνείοισιν ἔβητε,
δώσω τοι χρύσειον ἄγειν δέρος, αἴ κ᾽ ἐθέλῃσθα,
405πειρηθείς. ἐσθλοῖς γὰρ ἐπ᾽ ἀνδράσιν οὔτι μεγαίρω,
ὡς αὐτοὶ μυθεῖσθε τὸν Ἑλλάδι κοιρανέοντα.
πεῖρα δέ τοι μένεός τε καὶ ἀλκῆς ἔσσετ᾽ ἄεθλος,
τόν ῥ᾽ αὐτὸς περίειμι χεροῖν ὀλοόν περ ἐόντα.
δοιώ μοι πεδίον τὸ Ἀρήιον ἀμφινέμονται
410ταύρω χαλκόποδε, στόματι φλόγα φυσιόωντες·
τοὺς ἐλάω ζεύξας στυφελὴν κατὰ νειὸν Ἄρηος
τετράγυον, τὴν αἶψα ταμὼν ἐπὶ τέλσον ἀρότρῳ
οὐ σπόρον ὁλκοῖσιν Δηοῦς ἐνιβάλλομαι ἀκτήν,
ἀλλ᾽ ὄφιος δεινοῖο μεταλδήσκοντας ὀδόντας
415ἀνδράσι τευχηστῇσι δέμας. τοὺς δ᾽ αὖθι δαΐζων
κείρω ἐμῷ ὑπὸ δουρὶ περισταδὸν ἀντιόωντας.
ἠέριος ζεύγνυμι βόας, καὶ δείελον ὥρην
παύομαι ἀμήτοιο. σὺ δ᾽, εἰ τάδε τοῖα τελέσσεις,
αὐτῆμαρ τόδε κῶας ἀποίσεαι εἰς βασιλῆος.
420πρὶν δέ κεν οὐ δοίην, μηδ᾽ ἔλπεο. δὴ γὰρ ἀεικές
ἄνδρ᾽ ἀγαθὸν γεγαῶτα κακωτέρῳ ἀνέρι εἶξαι.»
ὣς ἄρ᾽ ἔφη. ὃ δὲ σῖγα ποδῶν πάρος ὄμματα πήξας
ἧστ᾽ αὔτως ἄφθογγος, ἀμηχανέων κακότητι.
βουλὴν δ᾽ ἀμφὶ πολὺν στρώφα χρόνον, οὐδέ πῃ εἶχεν
425θαρσαλέως ὑποδέχθαι, ἐπεὶ μέγα φαίνετο ἔργον·
ὀψὲ δ᾽ ἀμειβόμενος προσελέξατο κερδαλέοισιν·
«Αἰήτη, μάλα τοί με δίκῃ περιπολλὸν ἐέργεις.
τὼ καὶ ἐγὼ τὸν ἄεθλον ὑπερφίαλόν περ ἐόντα
τλήσομαι, εἰ καί μοι θανέειν μόρος. οὐ γὰρ ἔτ᾽ ἄλλο
430ῥίγιον ἀνθρώποισι κακῆς ἐπινίσσετ᾽ ἀνάγκης·
ἥ με καὶ ἐνθάδε νεῖσθαι ἐπέχραεν ἐκ βασιλῆος.»
ὣς φάτ᾽ ἀμηχανίῃ βεβολημένος· αὐτὰρ ὃ τόνγε
σμερδαλέοις ἐπέεσσι προσέννεπεν ἀσχαλόωντα·
«ἔρχεο νῦν μεθ᾽ ὅμιλον, ἐπεὶ μέμονάς γε πόνοιο·
435εἰ δὲ σύ γε ζυγὰ βουσὶν ὑποδδείσαις ἐπαεῖραι,
ἠὲ καὶ οὐλομένου μεταχάσσεαι ἀμήτοιο,
αὐτῷ κεν τὰ ἕκαστα μέλοιτό μοι, ὄφρα καὶ ἄλλος
ἀνὴρ ἐρρίγῃσιν ἀρείονα φῶτα μετελθεῖν.»
ἴσκεν ἀπηλεγέως· ὃ δ᾽ ἀπὸ θρόνου ὤρνυτ᾽ Ἰήσων,
440Αὐγείης Τελαμών τε παρασχεδόν· εἵπετο δ᾽ Ἄργος
οἶος, ἐπεὶ μεσσηγὺς ἔτ᾽ αὐτόθι νεῦσε λιπέσθαι
αὐτοκασιγνήτοις. οἳ δ᾽ ᾔεσαν ἐκ μεγάροιο.
θεσπέσιον δ᾽ ἐν πᾶσι μετέπρεπεν Αἴσονος υἱός
κάλλεϊ καὶ χαρίτεσσιν· ἐπ᾽ αὐτῷ δ᾽ ὄμματα κούρη
445λοξὰ παρὰ λιπαρὴν σχομένη θηεῖτο καλύπτρην,
κῆρ ἄχεϊ σμύχουσα· νόος δέ οἱ ἠύτ᾽ ὄνειρος
ἑρπύζων πεπότητο μετ᾽ ἴχνια νισσομένοιο.
καί ῥ᾽ οἳ μέν ῥα δόμων ἐξήλυθον ἀσχαλόωντες.
|