Χαλκιόπη δὲ χόλον πεφυλαγμένη Αἰήταο
450καρπαλίμως θάλαμόνδε σὺν υἱάσιν οἷσι βεβήκει.
αὕτως δ᾽ αὖ Μήδεια μετέστιχε· πολλὰ δὲ θυμῷ
ὥρμαιν᾽, ὅσσα τ᾽ ἔρωτες ἐποτρύνουσι μέλεσθαι.
προπρὸ δ᾽ ἄρ᾽ ὀφθαλμῶν ἔτι οἱ ἰνδάλλετο πάντα,
αὐτός θ᾽ οἷος ἔην, οἵοισί τε φάρεσιν ἕστο,
455οἷά τ᾽ ἔειφ᾽, ὥς θ᾽ ἕζετ᾽ ἐπὶ θρόνου, ὥς τε θύραζε
ἤιεν· οὐδέ τιν᾽ ἄλλον ὀίσσατο πορφύρουσα
ἔμμεναι ἀνέρα τοῖον· ἐν οὔασι δ᾽ αἰὲν ὀρώρει
αὐδή τε μῦθοί τε μελίφρονες, οὓς ἀγόρευσεν.
τάρβει δ᾽ ἀμφ᾽ αὐτῷ, μή μιν βόες ἠὲ καὶ αὐτός
460Αἰήτης φθίσειεν· ὀδύρετο δ᾽ ἠύτε πάμπαν
ἤδη τεθνειῶτα, τέρεν δέ οἱ ἀμφὶ παρειάς
δάκρυον αἰνοτάτῳ ἐλέῳ ῥέε κηδοσύνῃσιν·
ἦκα δὲ μυρομένη λιγέως ἀνενείκατο μῦθον·
«τίπτ᾽ ἐμὲ δειλαίην τόδ᾽ ἔχει ἄχος; εἴθ᾽ ὅγε πάντων
465φθίσεται ἡρώων προφερέστατος, εἴτε χερείων,
ἐρρέτω. ἦ μὲν ὄφελλεν ἀκήριος ἐξαλέασθαι.
ναὶ δὴ τοῦτό γε πότνα θεὰ Περσηί, πέλοιτο,
οἴκαδε νοστήσειε φυγὼν μόρον. εἰ δέ μιν αἶσα
δμηθῆναι ὑπὸ βουσί, τόδε προπάροιθε δαείη,
470οὕνεκεν οὔ οἱ ἔγωγε κακῇ ἐπαγαίομαι ἄτῃ.»
ἣ μὲν ἄρ᾽ ὣς ἐόλητο νόον μελεδήμασι κούρη.
οἳ δ᾽ ἐπεὶ οὖν δήμου τε καὶ ἄστεος ἐκτὸς ἔβησαν
τὴν ὁδόν, ἣν τὸ πάροιθεν ἀνήλυθον ἐκ πεδίοιο,
δὴ τότ᾽ Ἰήσονα τοῖσδε προσέννεπεν Ἄργος ἔπεσσιν·
475«Αἰσονίδη, μῆτιν μὲν ὀνόσσεαι, ἥντιν᾽ ἐνίψω·
πείρης δ᾽ οὐ μάλ᾽ ἔοικε μεθιέμεν ἐν κακότητι.
κούρην δή τινα πρόσθεν ὑπέκλυες αὐτὸς ἐμεῖο
φαρμάσσειν Ἑκάτης Περσηίδος ἐννεσίῃσιν.
τὴν εἴ κεν πεπίθοιμεν, ὀίομαι, οὐκέτι τάρβος
480ἔσσετ᾽ ἀεθλεύοντι δαμήμεναι. ἀλλὰ μάλ᾽ αἰνῶς
δείδω, μή πως οὔ μοι ὑποσταίη τόγε μήτηρ.
ἔμπης δ᾽ ἐξαῦτις μετελεύσομαι ἀντιβολήσων,
ξυνὸς ἐπεὶ πάντεσσιν ἐπικρέμαθ᾽ ἧμιν ὄλεθρος.»
ἴσκεν ἐυφρονέων· ὃ δ᾽ ἀμείβετο τοῖσδ᾽ ἐπέεσσιν·
485«ὦ πέπον, εἴ νύ τοι αὐτῷ ἐφανδάνει, οὔτι μεγαίρω.
βάσκ᾽ ἴθι καὶ πυκινοῖσι τεὴν παρὰ μητέρα μύθοις
ὄρνυθι λισσόμενος. μελέη γε μὲν ἧμιν ὄρωρεν
ἐλπωρή, ὅτε νόστον ἐπετραπόμεσθα γυναιξίν.»
|