ὣς φάτο· τῆς δ᾽ ἐρύθηνε παρήια· δὴν δέ μιν αἰδώς
παρθενίη κατέρυκεν ἀμείψασθαι μεμαυῖαν.
μῦθος δ᾽ ἄλλοτε μέν οἱ ἐπ᾽ ἀκροτάτης ἀνέτελλεν
γλώσσης, ἄλλοτ᾽ ἔνερθε κατὰ στῆθος πεπότητο.
685πολλάκι δ᾽ ἱμερόεν μὲν ἀνὰ στόμα θυῖεν ἐνισπεῖν·
φθογγὴ δ᾽ οὐ προύβαινε παροιτέρω· ὀψὲ δ᾽ ἔειπεν
τοῖα δόλῳ· θρασέες γὰρ ἐπικλονέεσκον Ἔρωτες·
«Χαλκιόπη, περί μοι παίδων σέο θυμὸς ἄηται,
μή σφε πατὴρ ξείνοισι σὺν ἀνδράσιν αὐτίκ᾽ ὀλέσσῃ.
690τοῖα κατακνώσσουσα μινυνθαδίῳ νέον ὕπνῳ
λεύσσω ὀνείρατα λυγρά· τά τις θεὸς ἀκράαντα
θείη, μηδ᾽ ἀλεγεινὸν ἐφ᾽ υἱάσι κῆδος ἕλοιο.»
φῆ ῥα, κασιγνήτης πειρωμένη, εἴ κέ μιν αὐτή
ἀντιάσειε πάροιθεν ἑοῖς τεκέεσσιν ἀμύνειν.
695τὴν δ᾽ αἰνῶς ἄτλητος ἐπέκλυσε θυμὸν ἀνίη
δείματι, τοῖ᾽ ἐσάκουσεν· ἀμείβετο δ᾽ ὧδ᾽ ἐπέεσσιν·
«καὶ δ᾽ αὐτὴ τάδε πάντα μετήλυθον ὁρμαίνουσα,
εἴ τινα συμφράσσαιο καὶ ἀρτύνειας ἀρωγήν.
ἀλλ᾽ ὄμοσον Γαῖάν τε καὶ Οὐρανόν, ὅττι τοι εἴπω
700σχήσειν ἐν θυμῷ, σύν τε δρήστειρα πέλεσθαι.
λίσσομ᾽ ὑπὲρ μακάρων σέο τ᾽ αὐτῆς ἠδὲ τοκήων,
μή σφε κακῇ ὑπὸ κηρὶ διαρραισθέντας ἰδέσθαι
λευγαλέως. ἢ σοίγε φίλοις σὺν παισὶ θανοῦσα
εἴην ἐξ Ἀίδεω στυγερὴ μετόπισθεν Ἐρινύς.»
705ὣς ἄρ᾽ ἔφη, τὸ δὲ πολλὸν ὑπεξέχυτ᾽ αὐτίκα δάκρυ·
νειόθι δ᾽ ἀμφοτέρῃσι περίσχετο γούνατα χερσίν,
σὺν δὲ κάρη κόλποις περικάββαλεν. ἔνθ᾽ ἐλεεινόν
ἄμφω ἐπ᾽ ἀλλήλῃσι θέσαν γόον· ὦρτο δ᾽ ἰωή
λεπταλέη διὰ δώματ᾽ ὀδυρομένων ἀχέεσσιν.
710τὴν δὲ πάρος Μήδεια προσέννεπεν ἀσχαλόωσα·
«δαιμονίη, τί νύ τοι ῥέξω ἄκος; οἷ᾽ ἀγορεύεις,
ἀράς τε στυγερὰς καὶ Ἐρινύας; αἰ γὰρ ὄφελλεν
ἔμπεδον εἶναι ἐπ᾽ ἄμμι τεοὺς υἱῆας ἔρυσθαι.
ἴστω Κόλχων ὅρκος ὑπέρβιος, ὅντιν᾽ ὀμόσσαι
715αὐτὴ ἐποτρύνεις, μέγας Οὐρανός, ἡ δ᾽ ὑπένερθεν
Γαῖα, θεῶν μήτηρ, ὅσσον σθένος ἐστὶν ἐμεῖο,
μή σ᾽ ἐπιδευήσεσθαι, ἀνυστά περ ἀντιόωσαν.»
φῆ ἄρα· Χαλκιόπη δ᾽ ἠμείβετο τοῖσδ᾽ ἐπέεσσιν·
«οὐκ ἂν δὴ ξείνῳ τλαίης χατέοντι καὶ αὐτῷ
720ἢ δόλον, ἤ τινα μῆτιν ἐπιφράσσασθαι ἀέθλου,
παίδων εἵνεκ᾽ ἐμεῖο; καὶ ἐκ κείνοιο δ᾽ ἱκάνει
Ἄργος, ἐποτρύνων με τεῆς πειρῆσαι ἀρωγῆς·
μεσσηγὺς μὲν τόνγε δόμῳ λίπον ἐνθάδ᾽ ἰοῦσα.»
ὣς φάτο· τῇ δ᾽ ἔντοσθεν ἀνέπτατο χάρματι θυμός,
725φοινίχθη δ᾽ ἄμυδις καλὸν χρόα, κὰδ δέ μιν ἀχλύς
εἷλεν ἰαινομένην, τοῖον δ᾽ ἐπὶ μῦθον ἔειπεν·
«Χαλκιόπη, ὡς ὔμμι φίλον τερπνόν τε τέτυκται,
ὣς ἔρξω. μὴ γάρ μοι ἐν ὀφθαλμοῖσι φαείνοι
ἠώς, μηδέ με δηρὸν ἔτι ζώουσαν ἴδοιο,
730εἴ γέ τι σῆς ψυχῆς προφερέστερον, ἠέ τι παίδων
σῶν θείην, οἳ δή μοι ἀδελφειοὶ γεγάασιν
κηδεμόνες τε φίλοι καὶ ὁμήλικες. ὣς δὲ καὶ αὐτή
φημὶ κασιγνήτη τε σέθεν κούρη τε πέλεσθαι·
ἶσον ἐπεὶ κείνοις με τεῷ ἐπαείραο μαζῷ
735νηπυτίην, ὡς αἰὲν ἐγώ ποτε μητρὸς ἄκουον.
ἀλλ᾽ ἴθι, κεῦθε δ᾽ ἐμὴν σιγῇ χάριν, ὄφρα τοκῆας
λήσομαι ἐντύνουσα ὑπόσχεσιν· ἦρι δὲ νηόν
738οἴσομαι εἰς Ἑκάτης θελκτήρια φάρμακα ταύρων.»
740ὣς ἥγ᾽ ἐκ θαλάμοιο πάλιν κίε, παισί τ᾽ ἀρωγήν
αὐτοκασιγνήτης διεπέφραδε. τὴν δέ μιν αὖτις
αἰδώς τε στυγερόν τε δέος λάβε μουνωθεῖσαν,
τοῖα παρὲξ οὗ πατρὸς ἐπ᾽ ἀνέρι μητιάασθαι.
|