825ἔνθα κασιγνήτους μὲν ἔτ᾽ αὐτόθι μεῖναι ἀνώγει
Ἄργος, ἵνα φράζοιντο νόον καὶ μήδεα κούρης·
αὐτὸς δ᾽ αὖτ᾽ ἐπὶ νῆα κίεν προπάροιθε λιασθείς.
ἣ δ᾽ ἐπεὶ οὖν τὰ πρῶτα φαεινομένην ἴδεν ἠῶ
παρθενική, ξανθὰς μὲν ἀνήψατο χερσὶν ἐθείρας,
830αἵ οἱ ἀτημελίῃ καταειμέναι ἠερέθοντο,
αὐσταλέας δ᾽ ἔψησε παρηίδας· αὐτὰρ ἀλοιφῇ
νεκταρέῃ φαιδρύνετ᾽ ἐπὶ χρόα· δῦνε δὲ πέπλον
καλόν, ἐυγνάμπτοισιν ἀρηρέμενον περόνῃσιν·
ἀμβροσίῳ δ᾽ ἐφύπερθε καρήατι βάλλε καλύπτρην
835ἀργυφέην. αὐτοῦ δὲ δόμοις ἔνι δινεύουσα
στεῖβε πέδον λήθῃ ἀχέων, τά οἱ ἐν ποσὶν ἦεν
θεσπέσι᾽, ἄλλα τ᾽ ἔμελλεν ἀεξήσεσθαι ὀπίσσω.
κέκλετο δ᾽ ἀμφιπόλοις, αἵ οἱ δυοκαίδεκα πᾶσαι
ἐν προδόμῳ θαλάμοιο θυώδεος ηὐλίζοντο
840ἥλικες, οὔπω λέκτρα σὺν ἀνδράσι πορσύνουσαι,
ἐσσυμένως οὐρῆας ὑποζεύξασθαι ἀπήνῃ,
οἵ κέ μιν εἰς Ἑκάτης περικαλλέα νηὸν ἄγοιεν.
ἔνθ᾽ αὖτ᾽ ἀμφίπολοι μὲν ἐφοπλίζεσκον ἀπήνην·
ἣ δὲ τέως γλαφυρῆς ἐξείλετο φωριαμοῖο
845φάρμακον, ὅ ῥά τέ φασι Προμήθειον καλέεσθαι.
τῷ εἴ κ᾽ ἐννυχίοισιν ἀρεσσάμενος θυέεσσιν
Κούρην μουνογένειαν ἑὸν δέμας ἰκμαίνοιτο,
ἦ τ᾽ ἂν ὅγ᾽ οὔτε ῥηκτὸς ἔοι χαλκοῖο τυπῇσιν,
οὔτε κεν αἰθομένῳ πυρὶ εἰκάθοι· ἀλλὰ καὶ ἀλκῇ
850λωίτερος κεῖν᾽ ἦμαρ ὁμῶς κάρτει τε πέλοιτο.
πρωτοφυὲς τόγ᾽ ἀνέσχε καταστάξαντος ἔραζε
αἰετοῦ ὠμηστέω κνημοῖς ἔνι Καυκασίοισιν
αἱματόεντ᾽ ἰχῶρα Προμηθεῖος μογεροῖο.
τοῦ δ᾽ ἤτοι ἄνθος μὲν ὅσον πήχυιον ὕπερθεν
855χροιῇ Κωρυκίῳ ἴκελον κρόκῳ ἐξεφαάνθη,
καυλοῖσιν διδύμοισιν ἐπήορον· ἣ δ᾽ ἐνὶ γαίῃ
σαρκὶ νεοτμήτῳ ἐναλιγκίη ἔπλετο ῥίζα.
τῆς οἵην τ᾽ ἐν ὄρεσσι κελαινὴν ἰκμάδα φηγοῦ
Κασπίῃ ἐν κόχλῳ ἀμήσατο φαρμάσσεσθαι,
860ἑπτὰ μὲν ἀενάοισι λοεσσαμένη ὑδάτεσσιν,
ἑπτάκι δὲ Βριμὼ κουροτρόφον ἀγκαλέσασα,
Βριμὼ νυκτιπόλον, χθονίην, ἐνέροισιν ἄνασσαν,
λυγαίῃ ἐνὶ νυκτί, σὺν ὀρφναίοισι φάρεσσιν.
μυκηθμῷ δ᾽ ὑπένερθεν ἐρεμνὴ σείετο γαῖα,
865ῥίζης τεμνομένης Τιτηνίδος· ἔστενε δ᾽ αὐτός
Ἰαπετοῖο πάις ὀδύνῃ πέρι θυμὸν ἀλύων.
τό ῥ᾽ ἥγ᾽ ἐξανελοῦσα θυώδεϊ κάτθετο μίτρῃ,
ἥ τέ οἱ ἀμβροσίοισι περὶ στήθεσσιν ἔερτο.
ἐκ δὲ θύραζε κιοῦσα θοῆς ἐπεβήσατ᾽ ἀπήνης·
870σὺν δέ οἱ ἀμφίπολοι δοιαὶ ἑκάτερθεν ἔβησαν·
αὐτὴ δ᾽ ἡνί᾽ ἔδεκτο καὶ εὐποίητον ἱμάσθλην
δεξιτερῇ, ἔλαεν δὲ δι᾽ ἄστεος· αἱ δὲ δὴ ἄλλαι
ἀμφίπολοι, πείρινθος ἐφαπτόμεναι μετόπισθεν,
τρώχων εὐρεῖαν κατ᾽ ἀμαξιτόν· ἂν δὲ χιτῶνας
875λεπταλέους λευκῆς ἐπιγουνίδος ἄχρις ἄειρον.
οἵη δὲ λιαροῖσιν ἐφ᾽ ὕδασι Παρθενίοιο,
ἠὲ καὶ Ἀμνισοῖο λοεσσαμένη ποταμοῖο
χρυσείοις Λητωὶς ἐφ᾽ ἅρμασιν ἑστηυῖα
ὠκείαις κεμάδεσσι διεξελάσῃσι κολώνας,
880τηλόθεν ἀντιόωσα πολυκνίσου ἑκατόμβης·
τῇ δ᾽ ἅμα νύμφαι ἕπονται ἀμορβάδες, αἳ μὲν ἐπ᾽ αὐτῆς
ἀγρόμεναι πηγῆς Ἀμνισίδος, ἂν δὲ δὴ ἄλλαι
ἄλσεα καὶ σκοπιὰς πολυπίδακας· ἀμφὶ δὲ θῆρες
κνυζηθμῷ σαίνουσιν ὑποτρομέοντες ἰοῦσαν·
885ὣς αἵγ᾽ ἐσσεύοντο δι᾽ ἄστεος· ἀμφὶ δὲ λαοί
εἶκον, ἀλευάμενοι βασιληίδος ὄμματα κούρης.
αὐτὰρ ἐπεὶ πόλιος μὲν ἐυδμήτους λίπ᾽ ἀγυιάς,
νηὸν δ᾽ εἰσαφίκανε διὲκ πεδίων ἐλάουσα,
δὴ τότ᾽ ἐυτροχάλοιο κατ᾽ αὐτόθι βήσατ᾽ ἀπήνης
890ἱεμένη, καὶ τοῖα μετὰ δμωῇσιν ἔειπεν·
«ὦ φίλαι, ἦ μέγα δή τι παρήλιτον, οὐδ᾽ ἐνόησα
μήνιμ᾽ ἀλλοδαποῖσι μετ᾽ ἀνδράσιν, οἵ τ᾽ ἐπὶ γαῖαν
ἡμετέρην στρωφῶσιν. ἀμηχανίῃ βεβόληται
πᾶσα πόλις· τὸ καὶ οὔ τις ἀνήλυθε δεῦρο γυναικῶν
895τάων, αἳ τὸ πάροιθεν ἐπημάτιαι ἀγέρονται.
ἀλλ᾽ ἐπεὶ οὖν ἱκόμεσθα, καὶ οὔ νύ τις ἄλλος ἔπεισιν,
εἰ δ᾽ ἄγε μολπῇ θυμὸν ἀφειδείως κορέσωμεν
μειλιχίῃ, τὰ δὲ καλὰ τερείνης ἄνθεα ποίης
λεξάμεναι τότ᾽ ἔπειτ᾽ αὐτὴν ἀπονισσόμεθ᾽ ὥρην.
900καὶ δέ κε σὺν πολέεσσιν ὀνείασιν οἴκαδ᾽ ἵκοισθε
ἤματι τῷ, εἴ μοι συναρέσσετε τήνδε μενοινήν.
Ἄργος γάρ μ᾽ ἐπέεσσι παρατρέπει, ὣς δὲ καὶ αὐτή
Χαλκιόπη· —τὰ δὲ σῖγα νόῳ ἔχετ᾽ εἰσαΐουσαι
ἐξ ἐμέθεν, μὴ πατρὸς ἐς οὔατα μῦθος ἵκηται—
905τὸν ξεῖνόν με κέλονται, ὅτις περὶ βουσὶν ὑπέστη,
δῶρ᾽ ἀποδεξαμένην ὀλοῶν ῥύσασθαι ἀέθλων.
αὐτὰρ ἐγὼ τὸν μῦθον ἐπῄνεον, ἠδὲ καὶ αὐτόν
κέκλομαι εἰς ὠπὴν ἑτάρων ἄπο μοῦνον ἱκέσθαι,
ὄφρα τὰ μὲν δασόμεσθα μετὰ σφίσιν, εἴ κεν ὀπάσσῃ
910δῶρα φέρων, τῷ δ᾽ αὖτε κακώτερον ἄλλο πόρωμεν
φάρμακον. ἀλλ᾽ ἀπονόσφι πέλεσθέ μοι, εὖτ᾽ ἂν ἵκηται.»
ὣς ηὔδα· πάσῃσι δ᾽ ἐπίκλοπος ἥνδανε μῆτις.
|