Αἰσονίδης δ᾽ ὅτε δὴ ἑτάροις ἐξαῦτις ἔμικτο
ἐν χώρῃ, ὅθι τούσγε καταπρολιπὼν ἐλιάσθη,
1165ὦρτ᾽ ἰέναι σὺν τοῖσι, πιφαυσκόμενος τὰ ἕκαστα,
ἡρώων ἐς ὅμιλον· ὁμοῦ δ᾽ ἐπὶ νῆα πέλασσαν.
οἳ δέ μιν ἀμφαγάπαζον, ὅπως ἴδον, ἔκ τ᾽ ἐρέοντο.
αὐτὰρ ὃ τοῖς πάντεσσι μετέννεπε δήνεα κούρης,
δεῖξέ τε φάρμακον αἰνόν· ὃ δ᾽ οἰόθεν οἶος ἑταίρων
1170Ἴδας ἧστ᾽ ἀπάνευθε δακὼν χόλον· οἱ δὲ δὴ ἄλλοι
γηθόσυνοι τῆμος μέν, ἐπεὶ κνέφας ἔργαθε νυκτός,
εὔκηλοι μέλλοντο περὶ σφίσιν. αὐτὰρ ἅμ᾽ ἠοῖ
πέμπον ἐς Αἰήτην ἰέναι σπόρον αἰτήσοντας
ἄνδρε δύω, πρὸ μὲν αὐτὸν ἀρηίφιλον Τελαμῶνα,
1175σὺν δὲ καὶ Αἰθαλίδην, υἷα κλυτὸν Ἑρμείαο.
βὰν δ᾽ ἴμεν, οὐδ᾽ ἁλίωσαν ὁδόν· πόρε δέ σφιν ἰοῦσιν
κρείων Αἰήτης χαλεποὺς ἐς ἄεθλον ὀδόντας
Ἀονίοιο δράκοντος, ὃν Ὠγυγίῃ ἐνὶ Θήβῃ
Κάδμος, ὅτ᾽ Εὐρώπην διζήμενος εἰσαφίκανεν,
1180πέφνεν Ἀρητιάδι κρήνῃ ἐπίουρον ἐόντα·
ἔνθα καὶ ἐννάσθη πομπῇ βοός, ἥν οἱ Ἀπόλλων
ὤπασε μαντοσύνῃσι προηγήτειραν ὁδοῖο.
τοὺς δὲ θεὰ Τριτωνὶς ὑπὲκ γενύων ἐλάσασα
Αἰήτῃ πόρε δῶρον ὁμῶς αὐτῷ τε φονῆι.
1185καί ῥ᾽ ὃ μὲν Ἀονίοισιν ἐνισπείρας πεδίοισιν
Κάδμος Ἀγηνορίδης γαιηγενῆ εἵσατο λαόν,
Ἄρεος ἀμώοντος ὅσοι ὑπὸ δουρὶ λίποντο·
τοὺς δὲ τότ᾽ Αἰήτης ἔπορεν μετὰ νῆα φέρεσθαι
προφρονέως, ἐπεὶ οὔ μιν ὀίσσατο πείρατ᾽ ἀέθλου
1190ἐξανύσειν, εἰ καί περ ἐπὶ ζυγὰ βουσὶ βάλοιτο.
Ἠέλιος μὲν ἄπωθεν ἐρεμνὴν δύετο γαῖαν
ἑσπέριος, νεάτας ὑπὲρ ἄκριας Αἰθιοπήων·
Νὺξ δ᾽ ἵπποισιν ἔβαλλεν ἔπι ζυγά· τοὶ δὲ χαμεύνας
ἔντυον ἥρωες παρὰ πείσμασιν. αὐτὰρ Ἰήσων
1195αὐτίκ᾽ ἐπεί ῥ᾽ Ἑλίκης εὐφεγγέος ἀστέρες Ἄρκτου
ἔκλιθεν, οὐρανόθεν δὲ πανεύκηλος γένετ᾽ αἰθήρ,
βῆ ῥ᾽ ἐς ἐρημαίην, κλωπήιος ἠύτε τις φώρ,
σὺν πᾶσι χρήεσσι· πρὸ γάρ τ᾽ ἀλέγυνεν ἕκαστα
ἠμάτιος· θῆλυν μὲν ὄιν γάλα τ᾽ ἔκτοθι ποίμνης
1200Ἄργος ἰὼν ἤνεικε· τὰ δ᾽ ἐξ αὐτῆς ἕλε νηός.
ἀλλ᾽ ὅτε δὴ ἴδε χῶρον, ὅτις πάτου ἔκτοθεν ἦεν
ἀνθρώπων, καθαρῇσιν ὑπεύδιος εἱαμενῇσιν,
ἔνθ᾽ ἤτοι πάμπρωτα λοέσσατο μὲν ποταμοῖο
εὐαγέως θείοιο τέρεν δέμας· ἀμφὶ δὲ φᾶρος
1205ἕσσατο κυάνεον, τό ῥά οἱ πάρος ἐγγυάλιξεν
Λημνιὰς Ὑψιπύλη, ἀδινῆς μνημήιον εὐνῆς.
πήχυιον δ᾽ ἄρ᾽ ἔπειτα πέδῳ ἔνι βόθρον ὀρύξας
νήησεν σχίζας, ἐπὶ δ᾽ ἀρνειοῦ τάμε λαιμόν,
αὐτόν τ᾽ εὖ καθύπερθε τανύσσατο· δαῖε δὲ φιτρούς
1210πῦρ ὑπένερθεν ἱείς, ἐπὶ δὲ μιγάδας χέε λοιβάς,
Βριμὼ κικλήσκων Ἑκάτην ἐπαρωγὸν ἀέθλων.
καί ῥ᾽ ὃ μὲν ἀγκαλέσας πάλιν ἔστιχεν· ἣ δ᾽ ἀίουσα
κευθμῶν ἐξ ὑπάτων δεινὴ θεὸς ἀντεβόλησεν
ἱροῖς Αἰσονίδαο· πέριξ δέ μιν ἐστεφάνωντο
1215σμερδαλέοι δρυΐνοισι μετὰ πτόρθοισι δράκοντες·
στράπτε δ᾽ ἀπειρέσιον δαΐδων σέλας· ἀμφὶ δὲ τήνγε
ὀξείῃ ὑλακῇ χθόνιοι κύνες ἐφθέγγοντο.
πίσεα δ᾽ ἔτρεμε πάντα κατὰ στίβον· αἳ δ᾽ ὀλόλυξαν
νύμφαι ἑλειονόμοι ποταμίτιδες, αἳ περὶ κείνην
1220Φάσιδος εἱαμενὴν Ἀμαραντίου εἱλίσσονται.
Αἰσονίδην δ᾽ ἤτοι μὲν ἕλεν δέος, ἀλλά μιν οὐδ᾽ ὧς
ἐντροπαλιζόμενον πόδες ἔκφερον, ὄφρ᾽ ἑτάροισιν
μίκτο κιών· ἤδη δὲ φόως νιφόεντος ὕπερθεν
Καυκάσου ἠριγενὴς Ἠὼς βάλεν ἀντέλλουσα.
|