1275τέτμον δ᾽ Αἰήτην τε καὶ ἄλλων ἔθνεα Κόλχων,
τοὺς μὲν Καυκασίοισιν ἐφεσταότας σκοπέλοισιν,
τὸν δ᾽ αὐτοῦ παρὰ χεῖλος ἑλισσόμενον ποταμοῖο.
Αἰσονίδης δ᾽, ὅτε δὴ πρυμνήσια δῆσαν ἑταῖροι,
δή ῥα τότε ξὺν δουρὶ καὶ ἀσπίδι βαῖν᾽ ἐς ἄεθλον,
1280νηὸς ἀποπροθορών· ἄμυδις δ᾽ ἕλε παμφανόωσαν
χαλκείην πήληκα θοῶν ἔμπλειον ὀδόντων
καὶ ξίφος ἀμφ᾽ ὤμοις, γυμνὸς δέμας, ἄλλα μὲν Ἄρει
εἴκελος, ἄλλα δέ που χρυσαόρῳ Ἀπόλλωνι.
παπτήνας δ᾽ ἀνὰ νειὸν ἴδε ζυγὰ χάλκεα ταύρων
1285αὐτόγυόν τ᾽ ἐπὶ τοῖς στιβαροῦ ἀδάμαντος ἄροτρον.
χρίμψε δ᾽ ἔπειτα κιών, παρὰ δ᾽ ὄβριμον ἔγχος ἔπηξεν
ὀρθὸν ἐπ᾽ οὐριάχῳ, κυνέην δ᾽ ἀποκάτθετ᾽ ἐρείσας.
βῆ δ᾽ αὐτῇ προτέρωσε σὺν ἀσπίδι νήριτα ταύρων
ἴχνια μαστεύων. οἳ δ᾽ ἔκποθεν ἀφράστοιο
1290κευθμῶνος χθονίου, ἵνα τέ σφισιν ἔσκε βόαυλα
καρτερά, λιγνυόεντι πέριξ εἰλυμένα καπνῷ,
ἄμφω ὁμοῦ προγένοντο πυρὸς σέλας ἀμπνείοντες.
ἔδδεισαν δ᾽ ἥρωες, ὅπως ἴδον. αὐτὰρ ὃ τούσγε,
εὖ διαβάς, ἐπιόντας, ἅτε σπιλὰς εἰν ἁλὶ πέτρη,
1295μίμνεν, ἀπειρεσίῃσι δονεύμενα κύματ᾽ ἀέλλαις.
πρόσθε δέ οἱ σάκος ἔσχεν ἐναντίον· οἳ δέ μιν ἄμφω
μυκηθμῷ κρατεροῖσιν ἐνέπληξαν κεράεσσιν,
οὐδ᾽ ἄρα μιν τυτθόν περ ἀνώχλισαν ἀντιόωντες.
ὡς δ᾽ ὅτ᾽ ἐνὶ τρητοῖσιν ἐύρρινοι χοάνοισιν
1300φῦσαι χαλκήων ὁτὲ μέν τ᾽ ἀναμαιμάουσιν,
πῦρ ὀλοὸν πιμπρᾶσαι, ὅτ᾽ αὖ λήγουσιν ἀυτμῆς,
δεινὸς δ᾽ ἐξ αὐτοῦ πέλεται βρόμος, ὁππότ᾽ ἀίξῃ
νειόθεν· ὣς ἄρα τώγε θοὴν φλόγα φυσιόωντες
ἐκ στομάτων ὁμάδευν, τὸν δ᾽ ἄμφεπε δήιον αἶθος
1305βάλλον ἅτε στεροπή· κούρης δέ ἑ φάρμακ᾽ ἔρυτο.
καί ῥ᾽ ὅγε δεξιτεροῖο βοὸς κέρας ἄκρον ἐρύσσας
εἷλκεν ἐπικρατέως παντὶ σθένει, ὄφρα πελάσσῃ
ζεύγλῃ χαλκείῃ, τὸν δ᾽ ἐν χθονὶ κάββαλεν ὀκλάξ,
ῥίμφα ποδὶ κρούσας πόδα χάλκεον. ὣς δὲ καὶ ἄλλον
1310σφῆλε γνὺξ ἐπιόντα, μιῇ βεβολημένον ὁρμῇ.
εὐρὺ δ᾽ ἀποπροβαλὼν χαμάδις σάκος, ἔνθα καὶ ἔνθα
τῇ καὶ τῇ βεβαὼς ἄμφω ἔχε πεπτηῶτας
γούνασιν ἐν προτέροισι, διὰ φλογὸς εἶθαρ ἐλυσθείς.
θαύμασε δ᾽ Αἰήτης σθένος ἀνέρος. οἱ δ᾽ ἄρα τείως
1315Τυνδαρίδαι —δὴ γάρ σφι πάλαι προπεφραδμένον ἦεν—
ἀγχίμολον ζυγά οἱ πεδόθεν δόσαν ἀμφιβαλέσθαι.
αὐτὰρ ὃ εὖ ἐνέδησε λόφους· μεσσηγὺ δ᾽ ἀείρας
χάλκεον ἱστοβοῆα, θοῇ συνάρασσε κορώνῃ
ζεύγληθεν. καὶ τὼ μὲν ὑπὲκ πυρὸς ἂψ ἐπὶ νῆα
1320χαζέσθην· ὃ δ᾽ ἄρ᾽ αὖτις ἑλὼν σάκος ἔνθετο νώτῳ
ἐξόπιθεν, καὶ γέντο θοῶν ἔμπλειον ὀδόντων
πήληκα βριαρὴν δόρυ τ᾽ ἄσχετον, ᾧ ῥ᾽ ὑπὸ μέσσας
ἐργατίνης ὥς τίς τε Πελασγίδι νύσσεν ἀκαίνῃ
οὐτάζων λαγόνας· μάλα δ᾽ ἔμπεδον εὖ ἀραρυῖαν
1325τυκτὴν ἐξ ἀδάμαντος ἐπιθύνεσκεν ἐχέτλην.
οἳ δ᾽ εἵως μὲν περιώσια θυμαίνεσκον,
λάβρον ἐπιπνείοντε πυρὸς σέλας· ὦρτο δ᾽ ἀυτμή
ἠύτε βυκτάων ἀνέμων βρόμος, οὕς τε μάλιστα
δειδιότες μέγα λαῖφος ἁλίπλοοι ἐστείλαντο.
1330δηρὸν δ᾽ οὐ μετέπειτα κελευόμενοι ὑπὸ δουρί
ἤισαν· ὀκριόεσσα δ᾽ ἐρείκετο νειὸς ὀπίσσω,
σχιζομένη ταύρων τε βίῃ κρατερῷ τ᾽ ἀροτῆρι.
δεινὸν δ᾽ ἐσμαράγευν ἄμυδις κατὰ ὦλκας ἀρότρου
βώλακες ἀγνύμεναι ἀνδραχθέες· εἵπετο δ᾽ αὐτός
1335λαῖον ἐπὶ στιβαρῷ πιέσας ποδί· τῆλε δ᾽ ἑοῖο
βάλλεν ἀρηρομένην αἰεὶ κατὰ βῶλον ὀδόντας
ἐντροπαλιζόμενος, μή οἱ πάρος ἀντιάσειεν
γηγενέων ἀνδρῶν ὀλοὸς στάχυς· οἳ δ᾽ ἄρ᾽ ἐπιπρό
χαλκείαις χηλῇσιν ἐρειδόμενοι πονέοντο.
|