ΒΙΒΛΙΟΝ Δ’
Αὐτὴ νῦν κάματόν γε, θεά, καὶ δήνεα κούρης
Κολχίδος ἔννεπε, Μοῦσα, Διὸς τέκος. ἦ γὰρ ἔμοιγε
ἀμφασίῃ νόος ἔνδον ἑλίσσεται ὁρμαίνοντι,
ἢ ἔμεν ἄτης πῆμα δυσίμερον, ἦ τόγ᾽ ἐνίσπω
5φύζαν ἀεικελίην, ᾗ κάλλιπεν ἔθνεα Κόλχων.
ἤτοι ὃ μὲν δήμοιο μετ᾽ ἀνδράσιν, ὅσσοι ἄριστοι,
παννύχιος δόλον αἰπὺν ἐπὶ σφίσι μητιάασκεν
οἷσιν ἐνὶ μεγάροις, στυγερῷ ἐπὶ θυμὸν ἀέθλῳ
Αἰήτης ἄμοτον κεχολωμένος· οὐδ᾽ ὅγε πάμπαν
10θυγατέρων τάδε νόσφιν ἑῶν τελέεσθαι ἐώλπει.
τῇ δ᾽ ἀλεγεινότατον κραδίῃ φόβον ἔμβαλεν Ἥρη·
τρέσσεν δ᾽, ἠύτε τις κούφη κεμάς, ἥν τε βαθείης
τάρφεσιν ἐν ξυλόχοιο κυνῶν ἐφόβησεν ὁμοκλή.
αὐτίκα γὰρ νημερτὲς ὀίσσατο, μή μιν ἀρωγήν
15ληθέμεν, αἶψα δὲ πᾶσαν ἀναπλήσειν κακότητα.
τάρβει δ᾽ ἀμφιπόλους ἐπιίστορας· ἐν δέ οἱ ὄσσε
πλῆτο πυρός, δεινὸν δὲ περιβρομέεσκον ἀκουαί.
πυκνὰ δὲ λαυκανίης ἐπεμάσσατο, πυκνὰ δὲ κουρίξ
ἑλκομένη πλοκάμους γοερῇ βρυχήσατ᾽ ἀνίῃ.
20καί νύ κεν αὐτοῦ τῆμος ὑπὲρ μόρον ὤλετο κούρη,
φάρμακα πασσαμένη, Ἥρης δ᾽ ἁλίωσε μενοινάς,
εἰ μή μιν Φρίξοιο θεὰ σὺν παισὶ φέβεσθαι
ὦρσεν ἀτυζομένην. πτερόεις δέ οἱ ἐν φρεσὶ θυμός
ἰάνθη. μετὰ δ᾽ ἥγε παλίσσυτος ἀθρόα κόλπων
25φάρμακα πάντ᾽ ἄμυδις κατεχεύατο φωριαμοῖο.
κύσσε δ᾽ ἑόν τε λέχος καὶ δικλίδας ἀμφοτέρωθεν
σταθμούς, καὶ τοίχων ἐπαφήσατο, χερσί τε μακρόν
ῥηξαμένη πλόκαμον, θαλάμῳ μνημήια μητρί
κάλλιπε παρθενίης, ἀδινῇ δ᾽ ὀλοφύρατο φωνῇ·
30«τόνδε τοι ἀντ᾽ ἐμέθεν ταναὸν πλόκον εἶμι λιποῦσα,
μῆτερ ἐμή· χαίροις δὲ καὶ ἄνδιχα πολλὸν ἰούσῃ·
χαίροις Χαλκιόπη, καὶ πᾶς δόμος. αἴθε σε πόντος,
ξεῖνε, διέρραισεν, πρὶν Κολχίδα γαῖαν ἱκέσθαι.»
ὣς ἄρ᾽ ἔφη· βλεφάρων δὲ κατ᾽ ἀθρόα δάκρυα χεῦεν.
35οἵη δ᾽ ἀφνειοῖο διειλυσθεῖσα δόμοιο
ληιάς, ἥν τε νέον πάτρης ἀπενόσφισεν αἶσα,
οὐδέ νύ πω μογεροῖο πεπείρηται καμάτοιο,
ἀλλ᾽ ἔτ᾽ ἀηθέσσουσα δύης καὶ δούλια ἔργα
εἶσιν ἀτυζομένη χαλεπὰς ὑπὸ χεῖρας ἀνάσσης·
40τοίη ἄρ᾽ ἱμερόεσσα δόμων ἐξέσσυτο κούρη.
τῇ δὲ καὶ αὐτόματοι θυρέων ὑπόειξαν ὀχῆες,
ὠκείαις ἄψορροι ἀναθρῴσκοντες ἀοιδαῖς.
γυμνοῖσιν δὲ πόδεσσιν ἀνὰ στεινὰς θέεν οἴμους,
λαιῇ μὲν χερὶ πέπλον ἐπ᾽ ὀφρύσιν ἀμφὶ μέτωπα
45στειλαμένη καὶ καλὰ παρήια, δεξιτερῇ δὲ
ἄκρην ὑψόθι πέζαν ἀερτάζουσα χιτῶνος.
καρπαλίμως δ᾽ ἀίδηλον ἀνὰ στίβον ἔκτοθι πύργων
ἄστεος εὐρυχόροιο φόβῳ ἵκετ᾽· οὐδέ τις ἔγνω
τήνδε φυλακτήρων, λάθε δέ σφεας ὁρμηθεῖσα.
50ἔνθεν ἴμεν νηόνδε μάλ᾽ ἐφράσατ᾽· οὐ γὰρ ἄιδρις
ἦεν ὁδῶν, θαμὰ καὶ πρὶν ἀλωμένη ἀμφί τε νεκρούς,
ἀμφί τε δυσπαλέας ῥίζας χθονός, οἷα γυναῖκες
φαρμακίδες· τρομερῷ δ᾽ ὑπὸ δείματι πάλλετο θυμός.
τὴν δὲ νέον Τιτηνὶς ἀνερχομένη περάτηθεν
55φοιταλέην ἐσιδοῦσα θεὰ ἐπεχήρατο Μήνη
ἁρπαλέως, καὶ τοῖα μετὰ φρεσὶν ᾗσιν ἔειπεν·
«οὐκ ἄρ᾽ ἐγὼ μούνη μετὰ Λάτμιον ἄντρον ἀλύσκω,
οὐδ᾽ οἴη καλῷ περιδαίομαι Ἐνδυμίωνι.
ἦ θαμὰ δὴ καὶ σεῖο κίον δολίῃσιν ἀοιδαῖς,
60μνησαμένη φιλότητος, ἵνα σκοτίῃ ἐνὶ νυκτί
φαρμάσσῃς εὔκηλος, ἅ τοι φίλα ἔργα τέτυκται.
νῦν δὲ καὶ αὐτὴ δῆθεν ὁμοίης ἔμμορες ἄτης·
δῶκε δ᾽ ἀνιηρόν τοι Ἰήσονα πῆμα γενέσθαι
δαίμων ἀλγινόεις. ἀλλ᾽ ἔρχεο, τέτλαθι δ᾽ ἔμπης,
65καὶ πινυτή περ ἐοῦσα, πολύστονον ἄλγος ἀείρειν.»
|