ὣς ἄρ᾽ ἔφη. τὴν δ᾽ αἶψα πόδες φέρον ἐγκονέουσαν.
ἀσπασίως δ᾽ ὄχθῃσιν ἐπηέρθη ποταμοῖο,
ἀντιπέρην λεύσσουσα πυρὸς σέλας, ὅ ῥά τ᾽ ἀέθλου
παννύχιοι ἥρωες ἐυφροσύνῃσιν ἔδαιον.
70ὀξείῃ δἤπειτα διὰ κνέφας ὄρθια φωνῇ
ὁπλότατον Φρίξοιο περαιόθεν ἤπυε παίδων,
Φρόντιν· ὃ δὲ ξὺν ἑοῖσι κασιγνήτοις ὄπα κούρης
αὐτῷ τ᾽ Αἰσονίδῃ τεκμήρατο· σῖγα δ᾽ ἑταῖροι
θάμβεον, εὖτ᾽ ἐνόησαν ὃ δὴ καὶ ἐτήτυμον ἦεν.
75τρὶς μὲν ἀνήυσεν, τρὶς δ᾽ ὀτρύνοντος ὁμίλου
Φρόντις ἀμοιβήδην ἀντίαχεν· οἱ δ᾽ ἄρα τείως
ἥρωες μετὰ τήνγε θοοῖς ἐλάασκον ἐρετμοῖς.
οὔπω πείσματα νηὸς ἐπ᾽ ἠπείροιο περαίης
βάλλον, ὃ δὲ κραιπνοὺς χέρσῳ πόδας ἧκεν Ἰήσων
80ὑψοῦ ἀπ᾽ ἰκριόφιν· μετὰ δὲ Φρόντις τε καὶ Ἄργος,
υἷε δύω Φρίξου, χαμάδις θόρον· ἣ δ᾽ ἄρα τούσγε
γούνων ἀμφοτέρῃσι περισχομένη προσέειπεν·
«ἔκ με, φίλοι, ῥύσασθε δυσάμμορον, ὣς δὲ καὶ αὐτούς
ὑμέας Αἰήταο· πρὸ γάρ τ᾽ ἀναφανδὰ τέτυκται
85πάντα μάλ᾽, οὐδέ τι μῆχος ἱκάνεται. ἀλλ᾽ ἐπὶ νηί
φεύγωμεν, πρὶν τόνδε θοῶν ἐπιβήμεναι ἵππων.
δώσω δὲ χρύσειον ἐγὼ δέρος, εὐνήσασα
φρουρὸν ὄφιν. τύνη δὲ θεοὺς ἐνὶ σοῖσιν ἑταίροις,
ξεῖνε, τεῶν μύθων ἐπιίστορας, οὕς μοι ὑπέστης,
90ποίησαι· μηδ᾽ ἔνθεν ἑκαστέρω ὁρμηθεῖσαν
χήτεϊ κηδεμόνων ὀνοτὴν καὶ ἀεικέα θείης.»
ἴσκεν ἀκηχεμένη· μέγα δὲ φρένες Αἰσονίδαο
γήθεον· αἶψα δέ μιν περὶ γούνασι πεπτηυῖαν
ἦκ᾽ ἀναειρόμενος προσπτύξατο, θάρσυνέν τε·
95«δαιμονίη, Ζεὺς αὐτὸς Ὀλύμπιος ὅρκιος ἔστω,
Ἥρη τε Ζυγίη, Διὸς εὐνέτις, ἦ μὲν ἐμοῖσιν
κουριδίην σε δόμοισιν ἐνιστήσεσθαι ἄκοιτιν,
εὖτ᾽ ἂν ἐς Ἑλλάδα γαῖαν ἱκώμεθα νοστήσαντες.»
|