Κόλχοι δ᾽ αὖτ᾽ ἄλλοι μέν, ἐτώσια μαστεύοντες,
Κυανέας Πόντοιο διὲκ πέτρας ἐπέρησαν·
305ἄλλοι δ᾽ αὖ ποταμὸν μετεκίαθον, οἷσιν ἄνασσεν
Ἄψυρτος, Καλὸν δὲ διὰ στόμα πεῖρε λιασθείς.
τὼ καὶ ὑπέφθη τούσγε βαλὼν ὕπερ αὐχένα γαίης
κόλπον ἔσω πόντοιο πανέσχατον Ἰονίοιο.
Ἴστρῳ γάρ τις νῆσος ἐέργεται οὔνομα Πεύκη,
310τριγλώχιν, εὖρος μὲν ἐς αἰγιαλοὺς ἀνέχουσα,
στεινὸν δ᾽ αὖτ᾽ ἀγκῶνα ποτὶ ῥόον· ἀμφὶ δὲ δοιαί
σχίζονται προχοαί. τὴν μὲν καλέουσι Νάρηκος·
τὴν δ᾽ ὑπὸ τῇ νεάτῃ, Καλὸν στόμα. τῇ δὲ διαπρό
Ἄψυρτος Κόλχοι τε θοώτερον ὡρμήθησαν·
315οἳ δ᾽ ὑψοῦ νήσοιο κατ᾽ ἀκροτάτης ἐνέοντο
τηλόθεν. εἱαμενῇσι δ᾽ ἐν ἄσπετα πώεα λεῖπον
ποιμένες ἄγραυλοι νηῶν φόβῳ, οἷά τε θῆρας
ὀσσόμενοι πόντου μεγακήτεος ἐξανιόντας.
οὐ γάρ πω ἁλίας γε πάρος ποθὶ νῆας ἴδοντο,
320οὔτ᾽ οὖν Θρήιξιν μιγάδες Σκύθαι, οὐδὲ Σίγυννοι,
οὔτ᾽ οὖν Γραυκένιοι, οὔθ᾽ οἱ περὶ Λαύριον ἤδη
Σινδοὶ ἐρημαῖον πεδίον μέγα ναιετάοντες.
αὐτὰρ ἐπεί τ᾽ Ἄγγουρον ὄρος καὶ ἄπωθεν ἐόντα
Ἀγγούρου ὄρεος σκόπελον παρὰ Καυλιακοῖο,
325ᾧ πέρι δὴ σχίζων Ἴστρος ῥόον ἔνθα καὶ ἔνθα
βάλλει ἁλός, πεδίον τε τὸ Λαύριον ἠμείψαντο,
δή ῥα τότε Κρονίην Κόλχοι ἅλαδ᾽ ἐκπρομολόντες
πάντῃ, μή σφε λάθοιεν, ὑπετμήξαντο κελεύθους.
οἳ δ᾽ ὄπιθεν ποταμοῖο κατήλυθον, ἐκ δ᾽ ἐπέρησαν
330δοιὰς Ἀρτέμιδος Βρυγηίδας ἀγχόθι νήσους.
τῶν δ᾽ ἤτοι ἑτέρῃ μὲν ἐν ἱερὸν ἔσκεν ἔδεθλον·
ἐν δ᾽ ἑτέρῃ, πληθὺν πεφυλαγμένοι Ἀψύρτοιο,
βαῖνον· ἐπεὶ κείνας πολέων λίπον ἔνδοθι νήσους
αὔτως, ἁζόμενοι κούρην Διός· αἱ δὲ δὴ ἄλλαι
335στεινόμεναι Κόλχοισι πόρους εἴρυντο θαλάσσης.
ὣς δὲ καὶ εἰς ἀκτὰς πληθὺν λίπεν ἀγχόθι νήσους
μέσφα Σαλαγγῶνος ποταμοῦ καὶ Νέστιδος αἴης.
ἔνθα κε λευγαλέῃ Μινύαι τότε δηιοτῆτι
παυρότεροι πλεόνεσσιν ὑπείκαθον· ἀλλὰ πάροιθεν
340συνθεσίην, μέγα νεῖκος ἀλευάμενοι, ἐτάμοντο,
κῶας μὲν χρύσειον, ἐπεί σφισιν αὐτὸς ὑπέστη
Αἰήτης, εἰ κεῖνοι ἀναπλήσειαν ἀέθλους,
ἔμπεδον εὐδικίῃ σφέας ἑξέμεν, εἴτε δόλοισιν,
εἴτε καὶ ἀμφαδίην αὔτως ἀέκοντος ἀπηύρων·
345αὐτὰρ Μήδειάν γε —τὸ γὰρ πέλεν ἀμφήριστον—
παρθέσθαι κούρῃ Λητωίδι νόσφιν ὁμίλου,
εἰσόκε τις δικάσῃσι θεμιστούχων βασιλήων,
εἴτε μιν εἰς πατρὸς χρειὼ δόμον αὖτις ἱκάνειν,
εἴτε μεθ᾽ Ἑλλάδα γαῖαν ἀριστήεσσιν ἕπεσθαι.
|