ὣς φάτ᾽ ἀναζείουσα βαρὺν χόλον· ἵετο δ᾽ ἥγε
νῆα καταφλέξαι, διά τ᾽ ἔμπεδα πάντα κεάσσαι,
ἐν δὲ πεσεῖν αὐτὴ μαλερῷ πυρί. τοῖα δ᾽ Ἰήσων
μειλιχίοις ἐπέεσσιν ὑποδδείσας προσέειπεν·
395«ἴσχεο, δαιμονίη. τὰ μὲν ἁνδάνει οὐδ᾽ ἐμοὶ αὐτῷ.
ἀλλά τιν᾽ ἀμβολίην διζήμεθα δηιοτῆτος.
ὅσσον δυσμενέων ἀνδρῶν νέφος ἀμφιδέδηεν
εἵνεκα σεῦ. πάντες γάρ, ὅσοι χθόνα τήνδε νέμονται,
Ἀψύρτῳ μεμάασιν ἀμυνέμεν, ὄφρα σε πατρί,
400οἷά τε ληισθεῖσαν, ὑπότροπον οἴκαδ᾽ ἄγοιντο.
αὐτοὶ δὲ στυγερῷ κεν ὀλοίμεθα πάντες ὀλέθρῳ,
μίξαντες δαῒ χεῖρας· ὅ τοι καὶ ῥίγιον ἄλγος
ἔσσεται, εἴ σε θανόντες ἕλωρ κείνοισι λίποιμεν.
ἥδε δὲ συνθεσίη κρανέει δόλον, ᾧ μιν ἐς ἄτην
405βήσομεν. οὐδ᾽ ἂν ὁμῶς περιναιέται ἀντιόωσιν
Κόλχοις ἦρα φέροντες ὑπὲρ σέο νόσφιν ἄνακτος,
ὅς τοι ἀοσσητήρ τε κασίγνητός τε τέτυκται·
οὐδ᾽ ἂν ἐγὼ Κόλχοισιν ὑπείξω μὴ πολεμίζειν
ἀντιβίην, ὅτε μή με διὲξ εἰῶσι νέεσθαι.»
410ἴσκεν ὑποσσαίνων· ἣ δ᾽ οὐλοὸν ἔκφατο μῦθον·
«φράζεο νῦν. χρειὼ γὰρ ἀεικελίοισιν ἐπ᾽ ἔργοις
καὶ τόδε μητίσασθαι, ἐπεὶ τὸ πρῶτον ἀάσθην
ἀμπλακίῃ, θεόθεν δὲ κακὰς ἤνυσσα μενοινάς.
τύνη μὲν κατὰ μῶλον ἀλέξεο δούρατα Κόλχων·
415αὐτὰρ ἐγὼ κεῖνόν γε τεὰς ἐς χεῖρας ἱκέσθαι
μειλίξω· σὺ δέ μιν φαιδροῖς ἀγαπάζεο δώροις.
εἴ κέν πως κήρυκας ἀπερχομένους πεπίθοιμι
οἰόθεν οἶον ἐμοῖσι συναρθμῆσαι ἐπέεσσιν,
ἔνθ᾽ εἴ τοι τόδε ἔργον ἐφανδάνει, οὔτι μεγαίρω,
420κτεῖνέ τε καὶ Κόλχοισιν ἀείρεο δηιοτῆτα.»
ὣς τώγε ξυμβάντε μέγαν δόλον ἠρτύναντο
Ἀψύρτῳ, καὶ πολλὰ πόρον ξεινήια δῶρα,
οἷς μέτα καὶ πέπλον δόσαν ἱερὸν Ὑψιπυλείης
πορφύρεον. τὸν μέν ῥα Διωνύσῳ κάμον αὐταί
425Δίῃ ἐν ἀμφιάλῳ Χάριτες θεαί· αὐτὰρ ὃ παιδί
δῶκε Θόαντι μεταῦτις· ὃ δ᾽ αὖ λίπεν Ὑψιπυλείῃ·
ἣ δ᾽ ἔπορ᾽ Αἰσονίδῃ πολέσιν μετὰ καὶ τὸ φέρεσθαι
γλήνεσιν εὐεργὲς ξεινήιον. οὔ μιν ἀφάσσων,
οὔτε κεν εἰσορόων γλυκὺν ἵμερον ἐμπλήσειας.
430τοῦ δὲ καὶ ἀμβροσίη ὀδμὴ πέλεν ἐξέτι κείνου,
ἐξ οὗ ἄναξ αὐτὸς Νυσήιος ἐγκατέλεκτο
ἀκροχάλιξ οἴνῳ καὶ νέκταρι, καλὰ μεμαρπώς
στήθεα παρθενικῆς Μινωίδος, ἥν ποτε Θησεύς
Κνωσσόθεν ἑσπομένην Δίῃ ἔνι κάλλιπε νήσῳ.
435ἣ δ᾽ ὅτε κηρύκεσσιν ἐπεξυνώσατο μύθους,
θελγέμεν, εὖτ᾽ ἂν πρῶτα θεᾶς περὶ νηὸν ἵκηται
συνθεσίῃ, νυκτός τε μέλαν κνέφας ἀμφιβάλῃσιν,
ἐλθέμεν, ὄφρα δόλον συμφράσσεται, ὥς κεν ἑλοῦσα
χρύσειον μέγα κῶας ὑπότροπος αὖτις ὀπίσσω
440βαίη ἐς Αἰήταο δόμους· πέρι γάρ μιν ἀνάγκῃ
υἱῆες Φρίξοιο δόσαν ξείνοισιν ἄγεσθαι·
τοῖα παραιφαμένη θελκτήρια φάρμακ᾽ ἔπασσεν
αἰθέρι καὶ πνοιῇσι, τά κεν καὶ ἄπωθεν ἐόντα
ἄγριον ἠλιβάτοιο κατ᾽ οὔρεος ἤγαγε θῆρα.
|