ὣς ἔφατ᾽· ᾔνησαν δὲ νέοι ἔπος Αἰακίδαο.
ῥίμφα δὲ νῆ᾽ ἐπιβάντες ἐπερρώοντ᾽ ἐλάτῃσιν
505νωλεμές, ὄφρ᾽ ἱερὴν Ἠλεκτρίδα νῆσον ἵκοντο,
ἀλλάων ὑπάτην, ποταμοῦ σχεδὸν Ἠριδανοῖο.
Κόλχοι δ᾽ ὁππότ᾽ ὄλεθρον ἐπεφράσθησαν ἄνακτος,
ἤτοι μὲν δίζεσθαι ἐπέχραον ἔνδοθι πάσης
Ἀργὼ καὶ Μινύας Κρονίης ἁλός. ἀλλ᾽ ἀπέρυκεν
510Ἥρη σμερδαλέῃσι κατ᾽ αἰθέρος ἀστεροπῇσιν.
ὕστατον αὖ —δὴ γάρ τε Κυταιίδος ἤθεα γαίης
στύξαν, ἀτυζόμενοι χόλον ἄγριον Αἰήταο—
ἔμπεδον ἄλλυδις ἄλλοι ἐφορμηθέντες ἔνασθεν.
οἳ μὲν ἐπ᾽ αὐτάων νήσων ἔβαν, ᾗσιν ἐπέσχον
515ἥρωες, ναίουσι δ᾽ ἐπώνυμοι Ἀψύρτοιο·
οἳ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἰλλυρικοῖο μελαμβαθέος ποταμοῖο,
τύμβος ἵν᾽ Ἁρμονίης Κάδμοιό τε, πύργον ἔδειμαν,
ἀνδράσιν Ἐγχελέεσσιν ἐφέστιοι· οἳ δ᾽ ἐν ὄρεσσιν
ἐνναίουσιν, ἅπερ τε Κεραύνια κικλήσκονται
520ἐκ τόθεν, ἐξότε τούσγε Διὸς Κρονίδαο κεραυνοί
νῆσον ἐς ἀντιπέραιαν ἀπέτραπον ὁρμηθῆναι.
ἥρωες δ᾽, ὅτε δή σφιν ἐείσατο νόστος ἀπήμων,
δή ῥα τότε προμολόντες ἐπὶ χθονὶ πείσματ᾽ ἔδησαν
Ὑλλήων. νῆσοι γὰρ ἐπιπρούχοντο θαμειαί
525ἀργαλέην πλώουσιν ὁδὸν μεσσηγὺς ἔχουσαι.
οὐδέ σφιν, ὡς καὶ πρίν, ἀνάρσια μητιάασκον
Ὑλλῆες· πρὸς δ᾽ αὐτοὶ ἐμηχανόωντο κέλευθον,
μισθὸν ἀειρόμενοι τρίποδα μέγαν Ἀπόλλωνος.
δοιοὺς γὰρ τρίποδας τηλοῦ πόρε Φοῖβος ἄγεσθαι
530Αἰσονίδῃ περόωντι κατὰ χρέος, ὁππότε Πυθώ
ἱρὴν πευσόμενος μετεκίαθε τῆσδ᾽ ὑπὲρ αὐτῆς
ναυτιλίης· πέπρωτο δ᾽, ὅπῃ χθονὸς ἱδρυνθεῖεν,
μήποτε τὴν δῄοισιν ἀναστήσεσθαι ἰοῦσιν.
τούνεκεν εἰσέτι νῦν κείνῃ ὅδε κεύθεται αἴῃ
535ἀμφὶ πόλιν Ἀγανὴν Ὑλληίδα, πολλὸν ἔνερθεν
οὔδεος, ὥς κεν ἄφαντος ἀεὶ μερόπεσσι πέλοιτο.
οὐ μὲν ἔτι ζώοντα καταυτόθι τέτμον ἄνακτα
Ὕλλον, ὃν εὐειδὴς Μελίτη τέκεν Ἡρακλῆι
δήμῳ Φαιήκων. ὃ γὰρ οἰκία Ναυσιθόοιο
540Μάκριν τ᾽ εἰσαφίκανε, Διωνύσοιο τιθήνην,
νιψόμενος παίδων ὀλοὸν φόνον· ἔνθ᾽ ὅγε κούρην
Αἰγαίου ἐδάμασσεν ἐρασσάμενος ποταμοῖο,
543νηιάδα Μελίτην· ἣ δὲ σθεναρὸν τέκεν Ὕλλον.
546οὐδ᾽ ἄρ᾽ ὅγ᾽ ἡβήσας αὐτῇ ἐνὶ ἔλδετο νήσῳ
ναίειν κοιρανέοντος ὑπ᾽ ὀφρύσι Ναυσιθόοιο·
βῆ δ᾽ ἅλαδε Κρονίην, αὐτόχθονα λαὸν ἀγείρας
Φαιήκων· σὺν γάρ οἱ ἄναξ πόρσυνε κέλευθον
550ἥρως Ναυσίθοος· τόθι δ᾽ εἵσατο, καί μιν ἔπεφνον
Μέντορες, ἀγραύλοισιν ἀλεξόμενον περὶ βουσίν.
|