καρπαλίμως δ᾽ ἐνθένδε διὲξ ἁλὸς οἶδμα νέοντο
660Αὐσονίης ἀκτὰς Τυρσηνίδας εἰσορόωντες·
ἷξον δ᾽ Αἰαίης λιμένα κλυτόν· ἐκ δ᾽ ἄρα νηός
πείσματ᾽ ἐπ᾽ ἠιόνων σχεδόθεν βάλον. ἔνθα δὲ Κίρκην
εὗρον ἁλὸς νοτίδεσσι κάρη ἐπιφαιδρύνουσαν·
τοῖον γὰρ νυχίοισιν ὀνείρασιν ἐπτοίητο.
665αἵματί οἱ θάλαμοί τε καὶ ἕρκεα πάντα δόμοιο
μύρεσθαι δόκεον· φλὸξ δ᾽ ἀθρόα φάρμακ᾽ ἔδαπτεν,
οἷσι πάρος ξείνους θέλγ᾽ ἀνέρας, ὅστις ἵκοιτο·
τὴν δ᾽ αὐτὴ φονίῳ σβέσεν αἵματι πορφύρουσαν,
χερσὶν ἀφυσσαμένη· λῆξεν δ᾽ ὀλοοῖο φόβοιο.
670τὼ καὶ ἐπιπλομένης ἠοῦς νοτίδεσσι θαλάσσης
ἐγρομένη πλοκάμους τε καὶ εἵματα φαιδρύνεσκεν.
θῆρες δ᾽ οὐ θήρεσσιν ἐοικότες ὠμηστῇσιν,
οὐδὲ μὲν οὐδ᾽ ἄνδρεσσιν ὁμὸν δέμας, ἄλλο δ᾽ ἀπ᾽ ἄλλων
συμμιγέες μελέων, κίον ἀθρόοι, ἠύτε μῆλα
675ἐκ σταθμῶν ἅλις εἶσιν ὀπηδεύοντα νομῆι.
τοίους καὶ προτέρης ἐξ ἰλύος ἐβλάστησεν
χθὼν αὐτὴ μικτοῖσιν ἀρηρεμένους μελέεσσιν,
οὔπω διψαλέῳ μάλ᾽ ὑπ᾽ ἠέρι πιληθεῖσα,
οὐδέ πω ἀζαλέοιο βολαῖς τόσον ἠελίοιο
680ἰκμάδας αἰνυμένη· τὰ δ᾽ ἐπὶ στίχας ἤγαγεν αἰών
συγκρίνας. τὼς οἵγε φυὴν ἀίδηλοι ἕποντο.
ἥρωας δ᾽ ἕλε θάμβος ἀπείριτον· αἶψα δ᾽ ἕκαστος
Κίρκης εἴς τε φυὴν εἴς τ᾽ ὄμματα παπταίνοντες
ῥεῖα κασιγνήτην φάσαν ἔμμεναι Αἰήταο.
685ἣ δ᾽ ὅτε δὴ νυχίων ἀπὸ δείματα πέμψεν ὀνείρων,
αὐτίκ᾽ ἔπειτ᾽ ἄψορρον ἀπέστιχε· τοὺς δ᾽ ἅμ᾽ ἕπεσθαι,
χειρὶ καταρρέξασα, δολοφροσύνῃσιν ἄνωγεν.
ἔνθ᾽ ἤτοι πληθὺς μὲν ἐφετμαῖς Αἰσονίδαο
μίμνεν ἀπηλεγέως· ὃ δ᾽ ἐρύσσατο Κολχίδα κούρην.
690ἄμφω δ᾽ ἑσπέσθην αὐτὴν ὁδόν, ἔστ᾽ ἀφίκοντο
Κίρκης ἐς μέγαρον· τοὺς δ᾽ ἐν λιπαροῖσι κέλευεν
ἥγε θρόνοις ἕζεσθαι, ἀμηχανέουσα κιόντων.
τὼ δ᾽ ἄνεῳ καὶ ἄναυδοι ἐφ᾽ ἑστίῃ ἀίξαντε
ἵζανον, ἥ τε δίκη λυγροῖς ἱκέτῃσι τέτυκται,
695ἣ μὲν ἐπ᾽ ἀμφοτέραις θεμένη χείρεσσι μέτωπα,
αὐτὰρ ὃ κωπῆεν μέγα φάσγανον ἐν χθονὶ πήξας,
ᾧπέρ τ᾽ Αἰήταο πάιν κτάνεν· οὐδέ ποτ᾽ ὄσσε
ἰθὺς ἐνὶ βλεφάροισιν ἀνέσχεθον. αὐτίκα δ᾽ ἔγνω
Κίρκη φύξιον οἶτον ἀλιτροσύνας τε φόνοιο.
700τὼ καὶ ὀπιζομένη Ζηνὸς θέμιν Ἱκεσίοιο,
ὃς μέγα μὲν κοτέει, μέγα δ᾽ ἀνδροφόνοισιν ἀρήγει,
ῥέζε θυηπολίην, οἵῃ τ᾽ ἀπολυμαίνονται
νηληεῖς ἱκέται, ὅτ᾽ ἐφέστιοι ἀντιόωσιν.
πρῶτα μὲν ἀτρέπτοιο λυτήριον ἥγε φόνοιο
705τειναμένη καθύπερθε συὸς τέκος, ἧς ἔτι μαζοί
πλήμμυρον λοχίης ἐκ νηδύος, αἵματι χεῖρας
τέγγεν, ἐπιτμήγουσα δέρην· αὖτις δὲ καὶ ἄλλοις
μείλισσεν χύτλοισι, καθάρσιον ἀγκαλέουσα
Ζῆνα, παλαμναίων τιμήορον ἱκεσιάων.
710καὶ τὰ μὲν ἀθρόα πάντα δόμων ἐκ λύματ᾽ ἔνεικαν
νηιάδες πρόπολοι, ταί οἱ πόρσυνον ἕκαστα.
ἣ δ᾽ εἴσω πελανοὺς μείλικτρά τε νηφαλίῃσιν
καῖεν ἐπ᾽ εὐχωλῇσι παρέστιος, ὄφρα χόλοιο
σμερδαλέας παύσειεν ἐρινύας, ἠδὲ καὶ αὐτός
715εὐμειδής τε πέλοιτο καὶ ἤπιος ἀμφοτέροισιν,
εἴτ᾽ οὖν ὀθνείῳ μεμιασμένοι αἵματι χεῖρας,
εἴτε καὶ ἐμφύλῳ προσκηδέες ἀντιόωσιν.
|