τοὺς δ᾽ εὗρεν παρὰ νηὶ σόλῳ ῥιπῇσί τ᾽ ὀιστῶν
τερπομένους· ἣ δ᾽ ἆσσον ὀρεξαμένη χερὸς ἄκρης
Αἰακίδεω Πηλῆος· ὃ γάρ ῥά οἱ ἦεν ἀκοίτης·
οὐδέ τις εἰσιδέειν δύνατ᾽ ἔμπεδον, ἀλλ᾽ ἄρα τῷγε
855οἴῳ ἐν ὀφθαλμοῖσιν ἐείσατο, φώνησέν τε·
«μηκέτι νῦν ἀκταῖς Τυρσηνίσιν ἧσθε μένοντες,
ἠῶθεν δὲ θοῆς πρυμνήσια λύετε νηός,
Ἥρῃ πειθόμενοι ἐπαρηγόνι. τῆς γὰρ ἐφετμαῖς
πασσυδίῃ κοῦραι Νηρηίδες ἀντιόωσιν
860νῆα διὲκ πέτρας, αἵ τε Πλαγκταὶ καλέονται,
ῥυσόμεναι. κείνη γὰρ ἐναίσιμος ὔμμι κέλευθος.
ἀλλὰ σὺ μή τῳ ἐμὸν δείξῃς δέμας, εὖτ᾽ ἂν ἴδηαι
ἀντομένην σὺν τῇσι· νόῳ δ᾽ ἔχε, μή με χολώσῃς
πλεῖον ἔτ᾽, ἢ τὸ πάροιθεν ἀπηλεγέως ἐχόλωσας.»
865ἦ, καὶ ἔπειτ᾽ ἀίδηλος ἐδύσατο βένθεα πόντου.
τὸν δ᾽ ἄχος αἰνὸν ἔτυψεν, ἐπεὶ πάρος οὐκέτ᾽ ἰοῦσαν
ἔδρακεν, ἐξότε πρῶτα λίπεν θάλαμόν τε καὶ εὐνήν
χωσαμένη Ἀχιλῆος ἀγαυοῦ νηπιάχοντος.
ἣ μὲν γὰρ βροτέας αἰεὶ περὶ σάρκας ἔδαιεν
870νύκτα διὰ μέσσην φλογμῷ πυρός· ἤματα δ᾽ αὖτε
ἀμβροσίῃ χρίεσκε τέρεν δέμας, ὄφρα πέλοιτο
ἀθάνατος, καί οἱ στυγερὸν χροῒ γῆρας ἀλάλκοι.
αὐτὰρ ὅγ᾽ ἐξ εὐνῆς ἀναπάλμενος εἰσενόησεν
παῖδα φίλον σπαίροντα διὰ φλογός, ἧκε δ᾽ ἀυτήν
875σμερδαλέην ἐσιδών, μέγα νήπιος· ἣ δ᾽ ἀίουσα
τὸν μὲν ἄρ᾽ ἁρπάγδην χαμάδις βάλε κεκληγῶτα,
αὐτὴ δὲ πνοιῇ ἰκέλη δέμας, ἠύτ᾽ ὄνειρος,
βῆ ῥ᾽ ἴμεν ἐκ μεγάροιο θοῶς, καὶ ἐσήλατο πόντον
χωσαμένη· μετὰ δ᾽ οὔ τι παλίσσυτος ἵκετ᾽ ὀπίσσω.
880τώ μιν ἀμηχανίη δῆσεν φρένας. ἀλλὰ καὶ ἔμπης
πᾶσαν ἐφημοσύνην Θέτιδος μετέειπεν ἑταίροις.
οἳ δ᾽ ἄρα μεσσηγὺς λῆξαν καὶ ἔπαυσαν ἀέθλους
ἐσσυμένως, δόρπον τε χαμεύνας τ᾽ ἀμφεπένοντο,
τῇς ἔνι δαισάμενοι νύκτ᾽ ἄεσαν, ὡς τὸ πάροιθεν.
|