920οἳ δ᾽ ἄχεϊ σχόμενοι τὰς μὲν λίπον, ἄλλα δ᾽ ὄπαζον
κύντερα μιξοδίῃσιν ἁλὸς ῥαιστήρια νηῶν.
τῇ μὲν γὰρ Σκύλλης λισσὴ προυφαίνετο πέτρη·
τῇ δ᾽ ἄμοτον βοάασκεν ἀναβλύζουσα Χάρυβδις·
ἄλλοθι δὲ Πλαγκταὶ μεγάλῳ ὑπὸ κύματι πέτραι
925ῥόχθεον, ᾗχι πάροιθεν ἀπέπτυεν αἰθομένη φλόξ
ἄκρων ἐκ σκοπέλων, πυριθαλπέος ὑψόθι πέτρης,
καπνῷ δ᾽ ἀχλυόεις αἰθὴρ πέλεν, οὐδέ κεν αὐγάς
ἔδρακες ἠελίοιο. τότ᾽ αὖ λήξαντος ἀπ᾽ ἔργων
Ἡφαίστου θερμὴν ἔτι κήκιε πόντος ἀυτμήν.
930ἔνθα σφιν κοῦραι Νηρηίδες ἄλλοθεν ἄλλαι
ἤντεον· ἣ δ᾽ ὄπιθεν πτερύγος θίγε πηδαλίοιο
δῖα Θέτις, Πλαγκτῇσιν ἐνὶ σπιλάδεσσιν ἐρύσσαι.
ὡς δ᾽ ὁπότ᾽ ἂν δελφῖνες ὑπὲξ ἁλὸς εὐδιόωντες
σπερχομένην ἀγεληδὸν ἑλίσσωνται περὶ νῆα
935ἄλλοτε μὲν προπάροιθεν ὁρώμενοι, ἄλλοτ᾽ ὄπισθεν,
ἄλλοτε παρβολάδην, ναύτῃσι δὲ χάρμα τέτυκται·
ὣς αἳ ὑπεκπροθέουσαι ἐπήτριμοι εἱλίσσοντο
Ἀργῴῃ περὶ νηί, Θέτις δ᾽ ἴθυνε κέλευθον.
καί ῥ᾽ ὅτε δὴ Πλαγκτῇσιν ἐνιχρίμψεσθαι ἔμελλον,
940αὐτίκ᾽ ἀνασχόμεναι λευκοῖς ἐπὶ γούνασι πέζας,
ὑψοῦ ἐπ᾽ αὐτάων σπιλάδων καὶ κύματος ἀγῆς
ῥώοντ᾽ ἔνθα καὶ ἔνθα διασταδὸν ἀλλήλῃσιν.
τὴν δὲ παρηορίην κόπτεν ῥόος· ἀμφὶ δὲ κῦμα
λάβρον ἀειρόμενον πέτραις ἐπικαχλάζεσκεν,
945αἵ θ᾽ ὁτὲ μὲν κρημνοῖς ἐναλίγκιαι ἠέρι κῦρον,
ἄλλοτε δὲ βρύχιαι νεάτῳ ὑπὸ πυθμένι πόντου
ἠρήρειν, τὸ δὲ πολλὸν ὑπείρεχεν ἄγριον οἶδμα.
αἳ δ᾽, ὥστ᾽ ἠμαθόεντος ἐπισχεδὸν αἰγιαλοῖο
παρθενικαί, δίχα κόλπον ἐπ᾽ ἰξύας εἱλίξασαι,
950σφαίρῃ ἀθύρουσιν περιηγέι· ἡ μὲν ἔπειτα
ἄλλη ὑπ᾽ ἐξ ἄλλης δέχεται καὶ ἐς ἠέρα πέμπει
ὕψι μεταχρονίην· ἣ δ᾽ οὔ ποτε πίλναται οὔδει·
ὣς αἳ νῆα θέουσαν ἀμοιβαδὶς ἄλλοθεν ἄλλη
πέμπε διηερίην ἐπὶ κύμασιν, αἰὲν ἄπωθεν
955πετράων· περὶ δέ σφιν ἐρευγόμενον ζέεν ὕδωρ.
τὰς δὲ καὶ αὐτὸς ἄναξ κορυφῆς ἔπι λισσάδος ἄκρης
ὀρθὸς ἐπὶ στελεῇ τυπίδος βαρὺν ὦμον ἐρείσας
Ἥφαιστος θηεῖτο, καὶ αἰγλήεντος ὕπερθεν
οὐρανοῦ ἑστηυῖα Διὸς δάμαρ· ἀμφὶ δ᾽ Ἀθήνῃ
960βάλλε χέρας· τοῖόν μιν ἔχεν δέος εἰσορόωσαν.
ὅσση δ᾽ εἰαρινοῦ μηκύνεται ἤματος αἶσα,
τοσσάτιον μογέεσκον ἐπὶ χρόνον, ὀχλίζουσαι
νῆα διὲκ πέτρας πολυηχέας. οἳ δ᾽ ἀνέμοιο
αὖτις ἐπαυρόμενοι προτέρω θέον· ὦκα δ᾽ ἄμειβον
965Θρινακίης λειμῶνα, βοῶν τροφὸν Ἠελίοιο.
ἔνθ᾽ αἳ μὲν κατὰ βένθος ἀλίγκιαι αἰθυίῃσιν
δῦνον, ἐπεί ῥ᾽ ἀλόχοιο Διὸς πόρσυνον ἐφετμάς.
|