τὼ δ᾽ ἔντοσθε δόμοιο κατὰ πτόλιν, ὡς τὸ πάροιθεν,
κρείων Ἀλκίνοος πολυπότνιά τ᾽ Ἀλκινόοιο
1070Ἀρήτη ἄλοχος, κούρης πέρι μητιάασκον
οἷσιν ἐνὶ λεχέεσσι διὰ κνέφας· οἷα δ᾽ ἀκοίτην
κουρίδιον θαλεροῖσι δάμαρ προσπτύσσετο μύθοις·
«ναὶ φίλος, εἰ δ᾽ ἄγε μοι πολυκηδέα ῥύεο Κόλχων
παρθενικήν, Μινύῃσι φέρων χάριν. ἐγγύθι Ἄργος
1075ἡμετέρης νήσοιο καὶ ἀνέρες Αἱμονιῆες·
Αἰήτης δ᾽ οὔτ᾽ ἄρ᾽ ναίει σχεδόν, οὐδέ τι ἴδμεν
Αἰήτην, ἀλλ᾽ οἶον ἀκούομεν· ἥδε δὲ κούρη
αἰνοπαθὴς κατά μοι νόον ἔκλασεν ἀντιόωσα.
μή μιν, ἄναξ, Κόλχοισι πόροις ἐς πατρὸς ἄγεσθαι.
1080ἀάσθη, ὅτε πρῶτα βοῶν θελκτήρια δῶκεν
φάρμακά οἱ· σχεδόθεν δὲ κακῷ κακόν, οἷά τε πολλά
ῥέζομεν ἀμπλακίῃσιν, ἀκειομένη ὑπάλυξεν
πατρὸς ὑπερφιάλοιο βαρὺν χόλον. αὐτὰρ Ἰήσων,
ὡς ἀίω, μεγάλοισιν ἐνίσχεται ἐξ ἕθεν ὅρκοις,
1085κουριδίην θήσεσθαι ἐνὶ μεγάροισιν ἄκοιτιν.
τώ, φίλε, μήτ᾽ οὖν αὐτὸν ἑκὼν ἐπίορκον ὀμόσσαι
θείης Αἰσονίδην, μήτ᾽ ἄσχετα σεῖο ἕκητι
παῖδα πατὴρ θυμῷ κεκοτηότι δηλήσαιτο.
λίην γὰρ δύσζηλοι ἑαῖς ἐπὶ παισὶ τοκῆες·
1090οἷα μὲν Ἀντιόπην εὐώπιδα μήσατο Νυκτεύς·
οἷα δὲ καὶ Δανάη πόντῳ ἔνι πήματ᾽ ἀνέτλη,
πατρὸς ἀτασθαλίῃσι· νέον γε μέν, οὐδ᾽ ἀποτηλοῦ,
ὑβριστὴς Ἔχετος γλήναις ἔνι χάλκεα κέντρα
πῆξε θυγατρὸς ἑῆς· στονόεντι δὲ κάρφεται οἴτῳ,
1095ὀρφναίῃ ἐνὶ χαλκὸν ἀλετρεύουσα καλιῇ.»
ὣς ἔφατ᾽ ἀντομένη· τοῦ δὲ φρένες ἰαίνοντο
ἧς ἀλόχου μύθοισιν, ἔπος δ᾽ ἐπὶ τοῖον ἔειπεν·
«Ἀρήτη, καί κεν σὺν τεύχεσιν ἐξελάσαιμι
Κόλχους, ἡρώεσσι φέρων χάριν, εἵνεκα κούρης.
1100ἀλλὰ Διὸς δείδοικα δίκην ἰθεῖαν ἀτίσσαι.
οὐδὲ μὲν Αἰήτην ἀθεριζέμεν, ὡς ἀγορεύεις,
λώιον· οὐ γάρ τις βασιλεύτερος Αἰήταο.
καί κ᾽ ἐθέλων, ἕκαθέν περ, ἐφ᾽ Ἑλλάδι νεῖκος ἄγοιτο.
τώ μ᾽ ἐπέοικε δίκην, ἥτις μετὰ πᾶσιν ἀρίστη
1105ἔσσεται ἀνθρώποισι, δικαζέμεν· οὐδέ σε κεύσω.
παρθενικὴν μὲν ἐοῦσαν ἑῷ ἀπὸ πατρὶ κομίσσαι
ἰθύνω· λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
οὔ μιν ἑοῦ πόσιος νοσφίσσομαι· οὐδέ, γενέθλην
εἴ τιν᾽ ὑπὸ σπλάγχνοισι φέρει, δῄοισιν ὀπάσσω.»
1110ὣς ἄρ᾽ ἔφη· καὶ τὸν μὲν ἐπισχεδὸν εὔνασεν ὕπνος.
ἣ δ᾽ ἔπος ἐν θυμῷ πυκινὸν βάλετ᾽· αὐτίκα δ᾽ ὦρτο
ἐκ λεχέων ἀνὰ δῶμα· συνήιξαν δὲ γυναῖκες
ἀμφίπολοι, δέσποιναν ἑὴν μέτα ποιπνύουσαι.
σῖγα δ᾽ ἑὸν κήρυκα καλεσσαμένη προσέειπεν,
1115ᾗσιν ἐπιφροσύνῃσιν ἐποτρυνέουσα μιγῆναι
Αἰσονίδην κούρῃ, μηδ᾽ Ἀλκίνοον βασιλῆα
λίσσεσθαι· τὸ γὰρ αὐτὸς ἰὼν Κόλχοισι δικάσσει,
παρθενικὴν μὲν ἐοῦσαν ἑοῦ ποτὶ δώματα πατρός
ἐκδώσειν, λέκτρον δὲ σὺν ἀνέρι πορσαίνουσαν
1120οὐκέτι κουριδίης μιν ἀποτμήξειν φιλότητος.
ὣς ἄρ᾽ ἔφη· τὸν δ᾽ αἶψα πόδες φέρον ἐκ μεγάροιο,
ὥς κεν Ἰήσονι μῦθον ἐναίσιμον ἀγγείλειεν
Ἀρήτης βουλάς τε θεουδέος Ἀλκινόοιο.
τοὺς δ᾽ εὗρεν παρὰ νηὶ σὺν ἔντεσιν ἐγρήσσοντας
1125Ὑλλικῷ ἐν λιμένι, σχεδὸν ἄστεος· ἐκ δ᾽ ἄρα πᾶσαν
πέφραδεν ἀγγελίην· γήθησε δὲ θυμὸς ἑκάστου
ἡρώων· μάλα γάρ σφιν ἑαδότα μῦθον ἔειπεν.
|