αὐτίκα δὲ κρητῆρα κερασσάμενοι μακάρεσσιν
ἣ θέμις, εὐαγέως ἐπιβώμια μῆλ᾽ ἐρύσαντες,
1130αὐτονυχὶ κούρῃ θαλαμήιον ἔντυον εὐνήν
ἄντρῳ ἐν ἠγαθέῳ, τόθι δή ποτε Μάκρις ἔναιεν,
κούρη Ἀρισταίοιο μελίφρονος, ὅς ῥα μελισσέων
ἔργα πολυκμήτοιό τ᾽ ἀνεύρατο πῖαρ ἐλαίης.
κείνη δὴ πάμπρωτα Διὸς Νυσήιον υἷα
1135Εὐβοίης ἔντοσθεν Ἀβαντίδος ᾧ ἐνὶ κόλπῳ
δέξατο, καὶ μέλιτι ξηρὸν περὶ χεῖλος ἔδευσεν,
εὖτέ μιν Ἑρμείας φέρεν ἐκ πυρός· ἔδρακε δ᾽ Ἥρη,
καί ἑ χολωσαμένη πάσης ἐξήλασε νήσου.
ἣ δ᾽ ἄρα Φαιήκων ἱερῷ ἐνὶ τηλόθεν ἄντρῳ
1140νάσσατο, καὶ πόρεν ὄλβον ἀθέσφατον ἐνναέτῃσιν.
ἔνθα τότ᾽ ἐστόρεσαν λέκτρον μέγα· τοῖο δ᾽ ὕπερθεν
χρύσεον αἰγλῆεν κῶας βάλον, ὄφρα πέλοιτο
τιμήεις τε γάμος καὶ ἀοίδιμος. ἄνθεα δέ σφιν
νύμφαι ἀμεργόμεναι λευκοῖς ἐνὶ ποικίλα κόλποις
1145ἐσφόρεον· πάσας δὲ πυρὸς ὡς ἄμφεπεν αἴγλη·
τοῖον ἀπὸ χρυσέων θυσάνων ἀμαρύσσετο φέγγος.
δαῖε δ᾽ ἐν ὀφθαλμοῖς γλυκερὸν πόθον· ἴσχε δ᾽ ἑκάστην
αἰδὼς ἱεμένην περ ὅμως ἐπὶ χεῖρα βαλέσθαι.
αἳ μέν τ᾽ Αἰγαίου ποταμοῦ καλέοντο θύγατρες·
1150αἳ δ᾽ ὄρεος κορυφὰς Μελιτηίου ἀμφενέμοντο·
αἳ δ᾽ ἔσαν ἐκ πεδίων ἀλσηίδες. ὦρσε γὰρ αὐτή
Ἥρη Ζηνὸς ἄκοιτις, Ἰήσονα κυδαίνουσα.
κεῖνο καὶ εἰσέτι νῦν ἱερὸν κληίζεται ἄντρον
Μηδείης, ὅθι τούσγε σὺν ἀλλήλοισιν ἔμιξαν
1155τεινάμεναι ἑανοὺς εὐώδεας. οἳ δ᾽ ἐνὶ χερσίν
δούρατα νωμήσαντες ἀρήια, μὴ πρὶν ἐς ἀλκήν
δυσμενέων ἀίδηλος ἐπιβρίσειεν ὅμιλος,
κράατα δ᾽ εὐφύλλοις ἐστεμμένοι ἀκρεμόνεσσιν,
ἐμμελέως, Ὀρφῆος ὑπαὶ λίγα φορμίζοντος
1160νυμφιδίαις ὑμέναιον ἐπὶ προμολῇσιν ἄειδον.
οὐ μὲν ἐν Ἀλκινόοιο γάμον μενέαινε τελέσσαι
ἥρως Αἰσονίδης, μεγάροις δ᾽ ἐνὶ πατρὸς ἑοῖο,
νοστήσας ἐς Ἰωλκὸν ὑπότροπος· ὣς δὲ καὶ αὐτή
Μήδεια φρονέεσκε. τότ᾽ αὖ χρεὼ ἦγε μιγῆναι.
1165ἀλλὰ γὰρ οὔποτε φῦλα δυηπαθέων ἀνθρώπων
τερπωλῆς ἐπέβημεν ὅλῳ ποδί· σὺν δέ τις αἰεί
πικρὴ παρμέμβλωκεν ἐυφροσύνῃσιν ἀνίη.
τὼ καὶ τοὺς γλυκερῇ περ ἰαινομένους φιλότητι
δεῖμ᾽ ἔχεν, εἰ τελέοιτο διάκρισις Ἀλκινόοιο.
|