1170Ἠὼς δ᾽ ἀμβροσίοισιν ἀνερχομένη φαέεσσιν
λῦε κελαινὴν νύκτα δι᾽ ἠέρος· αἱ δ᾽ ἐγέλασσαν
ἠιόνες νήσοιο καὶ ἑρσήεσσαι ἄπωθεν
ἀτραπιτοὶ πεδίων· ἐν δὲ θρόος ἔσκεν ἀγυιαῖς·
κίνυντ᾽ ἐνναέται μὲν ἀνὰ πτόλιν, οἱ δ᾽ ἀποτηλοῦ
1175Κόλχοι Μακριδίης ἐπὶ πείρασι χερνήσοιο.
αὐτίκα δ᾽ Ἀλκίνοος μετεβήσετο συνθεσίῃσιν
ὃν νόον ἐξερέων κούρης ὕπερ· ἐν δ᾽ ὅγε χειρί
σκῆπτρον ἔχεν χρυσοῖο δικασπόλον, ᾧ ὕπο λαοί
ἰθείας ἀνὰ ἄστυ διεκρίνοντο θέμιστας.
1180τῷ δὲ καὶ ἑξείης πολεμήια τεύχεα δύντες
Φαιήκων οἱ ἄριστοι ὁμιλαδὸν ἐστιχόωντο.
ἥρωας δὲ γυναῖκες ἀολλέες ἔκτοθι πύργων
βαῖνον ἐποψόμεναι· σὺν δ᾽ ἀνέρες ἀγροιῶται
ἤντεον εἰσαΐοντες, ἐπεὶ νημερτέα βάξιν
1185Ἥρη ἐπιπροέηκεν. ἄγεν δ᾽ ὃ μὲν ἔκκριτον ἄλλων
ἀρνειὸν μήλων, ὃ δ᾽ ἀεργηλὴν ἔτι πόρτιν·
ἄλλοι δ᾽ ἀμφιφορῆας ἐπισχεδὸν ἵστασαν οἴνου
κίρνασθαι· θυέων δ᾽ ἀποτηλόθι κήκιε λιγνύς.
αἳ δὲ πολυκμήτους ἑανοὺς φέρον, οἷα γυναῖκες,
1190μείλιά τε χρυσοῖο καὶ ἀλλοίην ἐπὶ τοῖσιν
ἀγλαΐην, οἵην τε νεοζυγὲς ἐντύνονται·
θάμβευν δ᾽ εἰσορόωσαι ἀριπρεπέων ἡρώων
εἴδεα καὶ μορφάς, ἐν δέ σφισιν Οἰάγροιο
υἱὸν ὑπαὶ φόρμιγγος ἐυκρέκτου καὶ ἀοιδῆς
1195ταρφέα σιγαλόεντι πέδον κροτέοντα πεδίλῳ.
νύμφαι δ᾽ ἄμμιγα πᾶσαι, ὅτε μνήσαιτο γάμοιο,
ἱμερόενθ᾽ Ὑμέναιον ἀνήπυον· ἄλλοτε δ᾽ αὖτε
οἰόθεν οἶαι ἄειδον ἑλισσόμεναι περὶ κύκλον,
Ἥρη, σεῖο ἕκητι· σὺ γὰρ καὶ ἐπὶ φρεσὶ θῆκας
1200Ἀρήτης, πυκινὸν φάσθαι ἔπος Ἀλκινόοιο.
αὐτὰρ ὅγ᾽, ὡς τὰ πρῶτα δίκης ἀνὰ πείρατ᾽ ἔειπεν
ἰθείης, ἤδη δὲ γάμου τέλος ἐκλήιστο,
ἔμπεδον ὣς ἀλέγυνε διαμπερές· οὐδέ ἑ τάρβος
οὐλοόν, οὐδὲ βαρεῖαι ἐπήλυθον Αἰήταο
1205μήνιες, ἀρρήκτοισι δ᾽ ἐνιζεύξας ἔχεν ὅρκοις.
τὼ καὶ ὅτ᾽ ἠλεμάτως Κόλχοι μάθον ἀντιόωντες,
καί σφεας ἠὲ θέμιστας ἑὰς εἴρυσθαι ἄνωγεν,
ἢ λιμένων γαίης τ᾽ ἀποτηλόθι νῆας ἐέργειν,
δὴ τότε μιν βασιλῆος ἑοῦ τρομέοντες ἐνιπάς
1210δέχθαι μειλίξαντο συνήμονας· αὖθι δὲ νήσῳ
δὴν μάλα Φαιήκεσσι μετ᾽ ἀνδράσι ναιετάασκον,
εἰσότε Βακχιάδαι, γενεὴν Ἐφύρηθεν ἐόντες,
ἀνέρες ἐννάσσαντο μετὰ χρόνον· οἳ δὲ περαίην
νῆσον ἔβαν· κεῖθεν δὲ Κεραύνια μέλλον Ἀβάντων
1215οὔρεα Νεσταίους τε καὶ Ὠρικὸν εἰσαφικέσθαι·
ἀλλὰ τὰ μὲν στείχοντος ἅδην αἰῶνος ἐτύχθη.
Μοιράων δ᾽ ἔτι κεῖσε θύη ἐπέτεια δέχονται
καὶ Νυμφέων Νομίοιο καθ᾽ ἱερὸν Ἀπόλλωνος
βωμοί, τοὺς Μήδεια καθίσσατο. πολλὰ δ᾽ ἰοῦσιν
1220Ἀλκίνοος Μινύαις ξεινήια, πολλὰ δ᾽ ὄπασσεν
Ἀρήτη· μετὰ δ᾽ αὖτε δυώδεκα δῶκεν ἕπεσθαι
Μηδείῃ δμωὰς Φαιηκίδας ἐκ μεγάροιο.
|